ΚΕΦ. ΙΒ.
καιροῦ, βασανίσαι ἡμᾶς” καὶ γὰρ ἐμαστίζοντο ἀοράτως, τὰ ἀνήκεστα πάσχοντες ἀπὸ τῆς παρουσίας μόνης· τίνος δὲ χάριν αὐτὸς ἀπῆλθε πρὸς αὐτούς; ἐπειδὴ οὐδεὶς αὐτοὺς προσενεγκεῖν ἐτόλμα τοῖς πολλοῖς ἐνθεῖναι βουλόμενοι, οἶον ὅτι αἱ ψυχαὶ τῶν ἀπελθόντων δαίμονες γίνονται· ὃ μὴ γένοιτό ποτε, κἂν μέχρις
ἐννοίας λαβεῖ; ἀλλ’ οὐδὲ ὅτι χωρισθεῖσα τοῦ σώματος ἡ ψυχὴ 2 ἐνταῦθα πλανᾶται λοιπόν. αἱ μὲν γὰρ τῶν δικαίων ψυχαὶ, ἐν χειρὶ Θεοῦ· ὁμοίως δὲ καὶ αἱ τῶν παιδίων· οὐδὲ γὰρ ἐκεῖναι πονηραί· αἱ δὲ τῶν ἁμαρτωλῶν, εὐθέως ἐντεῦθεν ἀπάγονται· καὶ δῆλον ἀπὸ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου· καὶ ἀλλαχοῦ δέ φησιν ὁ Κύριος· “σήμερον τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπό σου,” οὐχ οἱόν τε οὖν
ψυχὴν ἐξελθοῦσαν τοῦ σώματος.
καὶ ὅτι πολλῆς ἀπολαύομεν τῆς τοῦ Θεοῦ προνοίας· ἔτι δὲ καὶ ἵνα οἱ τοὺς τόπους ἐκείνους οἰκοῦντες μάθωσι τὴν τοῦ Θεοῦ δύναμιν, καὶ ἐκ τούτου εἰς τὴν αὐτοῦ θεογνωσίαν ἔλθωσι· καὶ γὰρ ὑπῆρχον ἀναίσθητοι λίαν, καθὼς ἀπὸ τοῦ τέλους ἐστὶ τοῦτο δῆλον· δέον γὰρ αὐτοὺς προσκυνῆσαι αὐτὸν, καὶ θαυμάσαι
τὴν δύναμιν. οἱ δὲ ἐπιπέμπον μᾶλλον καὶ παρεκάλουν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν· διὰ τοῦτο δὲ τοὺς χοίρους ἀνεῖλον οἱ δαίμονες, ἵνα τοὺς ἀνθρώπους εἰς ἀθυμίαν ἐμβάλωσι· πανταχοῦ γὰρ χαίρουσιν ἐπὶ ταῖς συμφοραῖς ἡμῶν· ὡς καὶ ἐπὶ τοῦ Ἰὼβ ἐποίησεν ὁ διάβολος· καίτοι καὶ ἐκεῖ ὁ Θεὸς ἐπέτρεψεν· ἀλλ’
οὐδὲ ἐκεῖ πειθόμενος τῷ διαβόλῳ, ἀλλὰ τὸν αὐτοῦ θεράποντα θέλων ἀποφῆναι λαμπρότερον. ἰδίαν δὲ αὐτοῦ πόλιν τὴν Καπερναοὺμ λέγει ἐνταῦθα· ἡ γὰρ Βηθλεὲμ ἤνεγκεν αὐτὸν, ἡ δὲ Ναζαρὲτ ἔθρεψεν· ἡ δὲ Καπερναοὺμ εἶχεν οἰκοῦντα διηνεκῶς· χρὴ δὲ σκοπεῖν καὶ τὸ ἐπιεικὲς τοῦ δεσπότου καὶ ἄτυφον, ὅτι εἰς πλοῖον
ἐμβὰς, διέβαινε, δυνάμενος καὶ πεζὴ διαβαίνειν· καὶ ὅτι ὑπὸ τῶν ἐν Γαδάροις ἐκβληθεὶς, οὐκ ἀντέτεινεν, ἀλλὰ ἀνεχώρησε μὲν, οὐ μακρὰν δέ.
Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.