“σεαυτὸν, ἵνα μὴ πέσῃς,’’ καὶ πάλιν “ Ὅς ὑψηλὸν ποιεῖ τὸν xvii.
ἑαυτοῦ οἶκον, ζήτει συντριβὴν. ὅνπερ γὰρ τρόπον τὰ εἰς ὕψος πολὺ καὶ πέρα μέτρου διανιστάμενα τῶν οἰκοδομημάτων ἑτοιμότερά πὼς εἰς κλόνον εἰσὶ, πλείστην τε ὅσην τὴν ὑποψίαν τοῦ σφισιν αὐτοῖς περιθραυσθήσεσθαι νοσεῖ·
1 οὕτω καὶ ἀνθρώπου ψυχὴ τῆ τῶν λογισμῶν ματαιότητι πρὸς ὑπεροψίαν ἐξογκουμένη, σαθρά τε καὶ εὐανάτρεπτος καὶ ῥᾳδία πεσεῖν. εἰ δὲ δὴ πράττοιτο τὸ χρῆμα κατὰ Θεοῦ, τὸ τηνικάδε λοιπὸν τὸ ἀντερεῖδον οὐδέν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.