ὑπισχνεῖται δὲ τὰ διὰ Χριστοῦ παραδόξως κατωρθωμένα, 1 περί τε τὰς ἐξ ἐθνῶν ἀγέλας καὶ τὸν ἀπόβλητον Ἰσραήλ. ἐν σοὶ γάρ φησιν ενεκα σου ποιήσω. επειδη γὰρ οἱ μὲν ἐκ πλεονεξίας ἀπεκομίσθησαν εἰς μέθην· οἱ δὲ ἠγνοήκασι τὸν ἐπὶ σωτηρίᾳ τῶν ὅλων ἐνηνθρωπηκότα Θεὸν, ἀμφοτέροις
ἐπιδαψιλεύεται τὸν ἔλεον ὁ πάντων Δημιουργὸς, καὶ ἕνεκα 2 ἡμῶν ἐν ἡμῖν πεποίηκε θαύματα. σέσωσται μὲν γὰρ ἡ ἐκ. πεπιεσμένη, τουτέστιν, ἢ τεθλιμμένη ποτὲ τῶν πεπλανη- μένων πληθὺς, καὶ εἰς τοῦτο λοιπὸν ἐνηνεγμένη ταλαιπωρίας ὑπὸ τοῦ καταπιέσαντος σατανᾶ, ὡς πᾶσαν ἰκμάδα ζωτικὴν 3
ἀποβαλεῖν· νεκρὸς γὰρ νοῦς ὁ πλανῶ μένος· εἰσ δεχθήσεται δὲ καὶ ἡ ἀπωσμένη ὡς μένη τῶν Ἰουδαίων Συναγωγή. πεπαρῴνηκε μὲν γὰρ εἰς Χριστόν· ταύτῃτοι καὶ δικαίως ἀπόπεμπτος ἦν, καὶ παρώλισθε τῆς ἐλπίδος, καὶ τῆς εἰς Χριστὸν οἰκειότητος ἀπενοσφίζετο· πλὴν ἠλέηται καὶ αὐτή· κληθήσεται γὰρ πρὸς
μετάγνωσιν καὶ εἰς τὴν διὰ πίστεως κάθαρσιν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. ἔσονται δὴ οὖν εἰς καύχημα καὶ ὀνομαστοὶ καὶ αἰσχύνης ὡς ἀπωτάτω. αὐτοὶ δὲ δὴ τίνες, ἢ ὅτι πάντως οἱ δύο λαοὶ οὐκ ἔτι διῃρημένοι, καὶ ἀσύμβατον 4 ἔχοντες ἀλλήλοις τὴν γνώμην, καὶ μεμερισμένοι πρὸς δόξας
τὰς ἐπὶ Θεῷ, καθὰ καὶ πάλαι· ἀλλ’ ἑνότητι τῇ διὰ Πνεύματος εὖ μάλα κατεσφιγμένοι πρὸς ὁμοψυχίαν τε ἅμα καὶ ὁμοπιστίαν. γέγραπται γὰρ ὅτι “ τοῦ δὲ πλήθους τῶν 5 “ πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία.’’ ἔκτισε δὲ καὶ ὁ Χριστὸς “ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, 6
“ ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων ἀμφοτέρους ἐν ἑνὶ “ πνεύματι,’’ καθὰ γέγραπται. εἰ δὴ οὖν γένοιντο ζηλωτοὶ, 7 τότε δὴ πάντως καταισχυνθήσεσθαί φησι τοὺς ἐχθροὺς, τὸ τῆς δοθείσης εὐκλείας μέγεθος κατατεθηπότας , καὶ τὸ τῆς εὐημερίας ἀκράδαντον, καὶ τῆς ἐλπίδος τὸ βεβηκός. ἴδοι δ’
ἄν τις καὶ ἐξ αὐτῶν ἤδη τῶν πραγμάτων ἀληθῆ τὴν ὑπόσχεσιν. δεδόξασται γὰρ ἡ Ἐκκλησία Χριστοῦ, καὶ λαμπρῶν αὐχημάτων ἐπίμεστος οὖσα θαυμάζεται παρὰ πάντων. πλὴν ὁρίζει καὶ τὸν καιρὸν, καθ’ ὃν τὰ τοιάδε συμβήσεται· ἐν τῷ καιρῷ γάρ φησιν ὅταν εἰςδεχωμαι ὑμᾶς. οὐ γὰρ πρὸ τῆς
πίστεως τὰ μετὰ τὴν πίστιν, μετ’ αὐτὴν δὲ μᾶλλον νοοῖντ’ 8 9 ἃν εἰκότως. κεκλήμεθα δὴ οὖν ἐν καιροῖς τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς. τότε γὰρ δὴ τότε τῆς ἐπὰν γελίας τὸ πέρας ἐκβέβηκεν εἰς τὸ ἀτρεκές. Διότι δώσω ὑμᾶς ὀνομαστοὺς κω εἰς καὺχημα ἐν πᾶσι τοῖς λαοῖς τῆς φῆς, τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν ὑμῶ ἐνώπιον
ὑμῶv, λέγει Κύριος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.