“ δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. πλὴν c ἔφη πάλιν αὐτὸς, ὡς γέγονεν ὁ σταυρὸς “ Ἰουδαίοις μὲν 2 “σκάνδαλον, ἔθνεσι δὲ μωρία.’’ πλατὺ γὰρ γελῶσιν οἱ 3 τάλανες, τὴν τοῦ μυστηρίου δύναμιν εἰσάπαν ἠγνοηκότες· ἀλλ’ οὐκ ἔξω δίκης ἔσονται· πόθεν ; οὔτε μὴν ἀντικαταμειδιάσουσι τοῦ Χριστοῦ, ἤγουν τῶν ἐκκλησιῶν· ἔσονται δὲ κατὰ καιροὺς πυρὸς ἀνημέρου τροφὴ, καὶ φλογὸς ἔργον τῆς ἀκατευνάστου καὶ μακρᾶς. ἀφίκοντο γὰρ εἰς τοῦτο μανίας
καὶ σκαιότητος νοῦ τῶν παρ’ Ἕλλησι τινες, ὡς ἀσελγῆ 4 καταθῆξαι γλῶσσαν τοῦ θείου τε καὶ εὐαγγελικοῦ κηρύγματος, καὶ βίβλοις ἐγγεγραμμένην ἀφεῖναι τὴν κατάρρησιν· 5 ἵνα μὴ μόνον αὐτῶν αἱ ἁμαρτίαι προάγωσιν εἰς κρίσιν, ἀλλὰ γὰρ ἕποιντο καὶ τεθνεῶσιν αὐτοῖς, διά τοι τὸ οἷον ἔμψυχον
ἐγκαταλελοιπέναι τὴν ἁμαρτίαν. ταλανίζει δὴ οὖν, καὶ σφόδρα εἰκότως, τοὺς λαβόντας ὀνειδισμὸν κατὰ τῆς ἁγίας Ἐκκλησίας, οἷς δὴ καὶ μάλα εἰκότως ἁρμόσειεν ἂν τό Οὐαί.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.