μὲν γὰρ εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ ἀπεφάνθη κυριοκτόνος, καὶ ἐξαιτεῖται μὲν τὰς ἐπὶ τῶδε δίκας, διόλωλε δὲ οὐ πᾶσα· τετήρηται γὰρ τὸ κατάλειμμα καὶ σέσωσται τὸ ὑπόλοιπον. πεπιστεύκασι γὰρ 1 2 ἐξ αὐτῶν οὐ μετρία πληθύς. οὗτοι δὲ ἦσαν οἱ πραεῖς, οὐκ ἀποταυρούμενοι πρὸς ὀργὰς τὰς ἐπὶ Χριστῷ, καθάπερ ἀμέλει καὶ οἱ Πιλάτῳ τότε προσκεκομικότες αὐτὸν, κατακεκραγότες 3 τε καὶ λέγοντες “ Αἶρε αἶρε, σταύρου αὐτόν·’’ προστεθει κότες ’δε τούτοις τὸ “Ἐὰν τοῦτον ἀποκτείνῃς, οὐκ εἰ
“ φίλος τοῦ Καίσαρος.” τί γὰρ ἃν γένοιτο τῶν τοιούτων τὸ ἀπηνέστερον, ἢ τί πρὸς θυμοὺς ἀγριώτερον ; οἵ γε καὶ αὐτὸ τὸ δίκαιον αἷμα ταῖς σφῶν αὐτῶν ἐπαντλήσαντες κεφαλαῖς, 4 ἀπεριμερίμνως ἔφασκον “ Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ 5 “ ἐπὶ τὰ τέκνα ἡμῶν.’’ πρᾶος δὴ οὖν ὁ λαὸς, ὁ τῆς τούτων
ἀγριότητος μὴ μετεσχηκώς· ταπεινὸς δὲ πάλιν, κατά γε τὸ ὑποτετάχθαι Χριστῷ, καὶ ταῖς ὑπ’ αὐτῷ ζεύγλαις τοὺς τῆς διανοίας αὐχένας ὑπενεγκεῖν, ὑπακοῦσαί τε καὶ μάλα ἀσμένως 6 ἐξ ἀγάπης λέγοντι “ Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ “ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν 1
“ μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ 7 “ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς “ ὑμῶν. σύμμορφοι δὴ οὖν καὶ κατὰ τοῦτο τῷ Χριστῷ τῷ δι’ ἡμᾶς πτωχεύσαντι, μόνον δὲ οὐχὶ καὶ θεοπρεποῦς δόξης ἠμεληκότι καὶ τῆς κατὰ φύσιν ὑπεροχῆς, ἵνα τὸ δουλοπρεπὲς
ὑπέλθοι μέτρον οἰκονομικῶς. οὐκοῦν μετριόφρονες κατ’ αὐτὸν, οἱ τοῖς αὐτοῦ νόμοις παιδαγωγοῦ μενοι. οὗτοι καὶ εὺλαβηθησονται ἀπὸ τοῦ ὀνόματος κυροῦ. γεγόνασι γὰρ τῶν ὅτι μάλιστα φιλοθεωτάτων, καὶ πρό γε τῶν ἄλλων, οἱ θεσπέσιοι μαθηταὶ, οἳ καὶ τοῦ κόσμου τέθεινται φῶς. οἱ δὲ δὴ θεο
8 φιλεῖς τε καὶ ἀγαθοὶ παραιτήσονται, φησὶ, τὴν αδικίαν καὶ λόγον εἰκαῖον· οὐ γὰρ λαλήσουσι μάταια· καὶ γλῶσσαν οὐκ ἀτρεκῆ· τοῦτο γὰρ ἡ δολία. κόσμος δὲ οὗτος πνευματικὸς, καὶ οἷά τις στέφανος τοῖς ἐξ ἀρετῶν αὐχήμασιν εὖ μάλα διαπρεπής. ἔνθα γὰρ πραότης καὶ ταπείνωσις, καὶ μὴν καὶ
9 δικαιοσύνης ἔφεσις, ἀπομαθοῦσά τε γλῶσσα τὸ εἰκαιόμυθον, καὶ ἥκιστα μὲν ἁμαρτοεπὴς, ὀρθὴ δὲ μᾶλλον καὶ ἀτρεκείας ἐργάτις, ἐκεῖ που πάντως λαμπρὰ καὶ τελεωτάτη πέφηνεν ἀρετή. πρέποι δ’ ἃν ἡ τοιάδε τοῖς ἐν Χριστῷ· ὅτι μὴ ἐν 10
νόμῳ τῆς εὐσεβείας ὁρᾶται τὸ κάλλος, ἀπαστράπτει δὲ μᾶλλον ὡς ἐν δυνάμει παιδεύσεως εὐαγγελικῆς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.