ἐν διαφθορᾷ τῶν ὑπερηφάνων, ἐπιγνώσονται 1 τὰ ἔθνη τὴν κατασείουσαν αὐτὰ τοῦ Θεοῦ δύναμιν. καὶ οἱ 2 γελῶντές ποτε πίπτοντα καὶ ἀπολλύμενον τὸν Ἰσραὴλ, ὅταν ἴδωσιν οἴκαδε μὲν αὐτὸν ἰόντα λαμπρὸν, καὶ ὑπονοστοῦντα πάλιν εἰς τὴν ἁγίαν πόλιν, ἀπολωλότας δὲ εἰσάπαν τοὺς
πάλαι πεπορθηκότας, τότε μεταβαλοῦσι τὴν γλῶτταν καὶ ταῖς εἰς Θεὸν εὐφημίαις ἀναθήσουσι λοιπὸν, καίτοι πάλαι σείοντες τὰς κεφαλὰς, οἰόμενοί τε καὶ λέγοντες ἁλῶναι τὴν Ἰουδαίαν, διάτοι τὸ τῶν Βαβυλωνίων τὸν τύραννον κατισχῦ- σαι τάχα που τοῦ βοηθοῦντος αὐτοῖς, τουτέστι Θεοῦ. ὅταν
τοίνυν ἴδωσι τὴν τῶν πραγμάτων μεταστροφὴν εἰς τὸ ἐναν- τίον, τότε μεταστήσουσι τὰς γλώσσας κατὰ γενεὰς αὐτῶν, 3 ἤγουν κατὰ φυλάς τε καὶ γένη, εἰς δοξολογίας τὰς ἐπὶ Θεῷ· ἕλοιντο δ’ ἂν οἶμαί που καὶ δουλεύειν ὑπὸ ζυγὸν ἕνα, καὶ θυσίας προσάγειν, εἰ καὶ πόρρω που διακέοιντο τῆ τῶν
χωρῶν θέσει, καὶ τὰς Αἰθιόπων νέμοιντο χώρας. καὶ ταυτὶ μὲν εἰς τὸ γράμμα πάλιν εἰρήσθω τέως· ἐκβεκαὶ 4 βηκέναι γεμήν φαμεν τὸν Αόγον εἰς τοὺς τῆς ἐπιδημίας καιροὺς, καὶ σημεῖον τίθησιν ἐναργὲς τῆς τῶν γλωσσῶν μεταβολῆς. γέγραπται γὰρ ἐν ταῖς πράξεσι τῶν ἁγίων 5 Ἀποστόλων, ὅτι κατὰ τὰς ἡμέρας τῆς ἁγίας πεντηκοστης 6 ἤσαν πάντες συνηγμένοι “ έπιτοαυτο, καὶ ἰδοὺ ἐγένετο
“ ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ “ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι, καὶ ἰδοὺ “ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ “ ἐκάθισαν ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες “ Πνεύματος Ἀγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις,
“ καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς’’ κατ’ 7 ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, φησὶ, μεταβαλῶ γλῶσσαν ἐπὶ 8 λαούς. ἤκουον γὰρ πάντες “ τῆ ἰδίᾳ διαλέκτῳ” λαλούντων αὐτῶν, “ Πάρθοι τε καὶ Μῆδοι καὶ Ἐλαμῖται,’’ καὶ τὰ ἕτερα τῶν ἐθνῶν. πλὴν ἄθρει τὴν ἐπιτήρησιν. μεταβαλεῖν γὰρ
ἔφη τὴν γλῶσσαν εἰς γενεὰν αὐτῆς, τουτεσ́τιν, οὕτω μένουσαν ἐν τοῖς ἅπαξ εἰρηκόσι μέχρι τέλους τῆς αὐτῶν ζωῆς, ἤτοι γενεᾶς. ἄχρι γὰρ ἐκείνων γέγονε τὸ σημεῖον, οἷς καὶ ἐφιζῆσαι 9 τὰς γλώσσας ἔφη τὸ γράμμα τὸ ἱερόν· διὰ τοῦτό φησιν, ὅτι μεταβαλῶ γλῶσσαν εἰς γενεὰν αὐτῆς. οὐ γὰρ
συμβέβηκεν ἔτι τοῖς μετ’ ἐκείνους τὸ χρῆμα. διὰ ποίαν αἰτίαν, ὁ σοφὸς ἡμᾶς διδασκέτω Παῦλος. ἔφη γὰρ ὅτι 10 “ Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν, “ ἀλλὰ τοῖς ἀπίστοις. γέγραπται γὰρ, ὅτι ἐν ἑτερογλώσσοις “ καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ’
“ οὕτως πιστεύσουσιν. ὀνίνησιν οὖν ἄρα κατὰ τίνα τρόπον, 11 τὸ μεταβεβλῆσθαι τὴν γλῶσσαν εἰς γενεὰν αὐτῆς, αὐτὸς ἡμῖν πάλιν διαλευκαίνει λέγων τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνω, ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι. ἐπειδὴ γὰρ τεθέανται τοὺς
Ἀποστόλους γλώσσαις λαλοῦντας ἑτέραις, οὐκ ἐν μετρίοις 12 θαύμασι ποιούμενοι τὸ παράδοξον, πεπιστεύκασιν εἰς χριστὸν, πολλοί τε καὶ ἀναρίθμητοι τῶν τὸ τηνικάδε ἐπεκαλέσαντο τὸ ὄνομα τοῦ φύσει τε καὶ ἀληθῶς ὄντος Θεοῦ· ὑπήγαγον τοῖς εὐαγγελικοῖς θεσπίσμασι τὸν αὐχένα·
δεδουλεύκασι τῷ Χριστῷ. καὶ ἀναφέρουσι θυσίας ἐκ περάτων 13 ποταμῶν Αὶθιοπιας. παρατείνει δὲ τὸ τῶν Αἰθιόπων γένος ἐξ ἠοῦς εἰς δύσιν, πίνουσι δὲ τὸν Γηών· “Αὐτὸς γάρ ἐστιν 14 “ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας.’’ ἐκτελευτᾷ δὲ λοιπὸν εἰς ἀλήθειαν τῆς προφητείας ὁ λόγος. οὐ γὰρ μόνον
κατὰ τὴν Ῥωμαίων γῆν κεκήρυκται τὸ Εὐαγγέλιον, περιφοιτᾷ δὲ λοιπὸν καὶ τὰ βάρβαρα τῶν ἐθνῶν. καὶ γοῦν ἐκκλησίαι πανταχοῦ, ποιμένες καὶ διδάσκαλοι, καθηγηταὶ καὶ μυσταγωγοὶ καὶ θεῖα θυσιαστήρια, θύεται δὲ νοητῶς ὁ 15 ἀμνὸς παρὰ τῶν ἁγίων ἱερουργῶν καὶ παρ’ Ἰνδοῖς καὶ
Αἰθίοψι. καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς ἑτέρου προφήτου σαφῶς εἰρημένον “Διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει 16 “Κύριος· καὶ ὅτι τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, “καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου “καὶ θυσία καθαρά.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.