διὰ χριστοῦ. πάλαι μὲν γὰρ τῶν ἑβδομήκοντα τετελεσμένων ἐτῶν ἐγήγερται πρὸς ἐπικουρίαν τοῖς ἐκεῖνα πεπονθόσιν ὁ τῶν ὅλων Θεὸς, ἐν ἐσχάτοις γεμὴν τοῦ αἰῶνος καιροῖς γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, οὐχ ἵνα μόνον ἐξέληται τὸν Ἰσραὴλ, ἀλλ’ ἵνα πάντα τὰ ἔθνη τῆς ὑπὸ τῷ διαβόλῳ δουλείας
ἀπαγαγὼν, ἐλευθέρους ἀποφήνῃ, καὶ ἀπαλλάξῃ φθορᾶς 2 καὶ ῥύπου καὶ ἁμαρτίας, καὶ πρό γε τῶν ἄλλων τοῦ προσκυνεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα. καὶ ἐπειδὴ γέγονεν 3 ἄνθρωπος, “ Ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας,” 4 ἵνα τῷ ἰδίω αἵματι κατακτήσηται τῷ Θεῷ καὶ Πατρὶ τούς τε ζῶντας ἔτι, καὶ οὓς ἤδη φθάσας “ κατέπιεν ὁ θάνατος,” 5 κατὰ τὸ γεγραμμένον. “ Εἰς τοῦτο γὰρ ὁ Χριστὸς ἀπέθανέ
“καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. εἰκότως δὴ οὖν ἐλέγετο τοῖς ἀρχαιοτέροις Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον. μαρτύριον 6 δὲ ὥσπερ τοῦ κατηργῆσθαι τὸν θάνατον τὸ ἀναβιῶναι Χριστὸν, ᾧ καὶ ἡμεῖς αὐτοὶ συνεγηγέρμεθα, δικαιωθέντες
διὰ τῆς πίστεως, καὶ ὁμοῦ τῷ θανάτῳ τὴν τοῦ θανάτου μητέρα διαδιδράσκοντες, ἁμαρτίαν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.