εὐτρεπίζου πρὸς ἀποδρομὴν καὶ πρὸς τὸ ἤδη παθεῖν, ἃ διαφυγῖν ἐξὸν, εἴπερ ἦσθα φιλάρετος καὶ σοφός. ὀρθρίζειν 1 γεμὴν προστέταχε, τῆς συμφορᾶς τὸν καιρὸν ἐπὶ θύραις ὄντα δεικνύων, καὶ οἷον εἰς αὔριον ἥξοντα, παρεσόμενόν τε πάντως, ἀρξομένης ἠοῦς. τοῦτο δὲ ἦν ἀποκείροντος τὴν
ἐλπίδα τῆς ἀναβολῆς, καὶ οὐκ ἐῶντος ἐννοεῖν, ὡς ἔσται τις ἀνοκωχὴ καὶ ἀνάβλησις καὶ μακρὸς μεταξὺ διελάσει καιρὸς, εἰς ἐκγόνους τάχα που παραπέμπων τὰ ἐξ ὀργῆς. οὐκοῦν ὡς ἐπ’ ἀναγκαίῳ πράγματι προετοίμαζε σεαυτὸν καὶ ὄρθριζε 2 πρὸς ἀποδρομήν. οἰχήσῃ γὰρ εἰς ἐχθροὺς αἰχμάλωτος, καὶ
τὴν ἐνεγκοῦσαν ἀφεὶς, οἰκτρὸς ἔσῃ παρ’ ἑτέροις. εἶτα τῷ 3 Προφήτῃ φησὶν ὁ τῶν ὅλων Θεὸς, μονονουχὶ καὶ ἐπιστυγνάζων ἑαλωκόσι· διέφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν. τί δ᾿ ἂν βούλοιτο καὶ τοῦτο δηλοῦν, ἐροῦμεν ὡς ἔνι. πεπορθήκασι τὴν Σαμάρειαν καὶ ἑτέρας δὲ πρὸς αὐτῇ τῆς Ἰουδαίας πόλεις
τῶν Βαβυλωνίων οἱ τύραννοι, καὶ Φουλὰ μὲν πρῶτος, εἶτα μετ’ αὐτὸν ὁ Σαλμανασὰρ, καὶ τρίτος ὁ Σεναχηρείμ. ὥσπερ δὲ ἀμπελῶνα τετρυγηκότες ἀνεκομίζοντο πάλιν εἰς τὴν ἑαυ- τῶν, ἐν ὀλίγοις παντελῶς λειψάνοις ἀφέντες τὸν Ἰσραὴλ, 4 καὶ οἷον ἐπιφυλλίδα μόνην αὐτοῖς καταλελοιπότες. ἐπιφυλλίδα
δὲ εἶναί φαμεν τὰ μικρὰ τῶν βοτρυδίων, καὶ ἐν ὀλίγαις ὄντα ῥαξὶν, ἃ καὶ τοῖς φύλλοις ἐγκεχωσμένα διαλανθάνει πλειστάκις τὸν τοῦ συλλέγοντος ὀφθαλμόν. καί τι τοιοῦτόν φησιν ἕτερος τῶν ἁγίων προφητῶν “ Οἴ μοι ψυχὴ, ὅτι 5 “ ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ, καὶ ὡς ἐπι-
“φυλλίδα ἐν τρυγήτῳ, οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν “ τὰ πρωτόγονα.’’ οὐκοῦν τετρυγήκασι μὲν ἐκεῖνοι, ἀφιγμένος 6 δὲ μετ’ αὐτοὺς ὁ Ναβουχοδονόσορ, καὶ αὐτὴν διέφθειρε τὴν ἐπιφυλλίδα, καὶ τὸ βραχὺ τοῦ Ἰσραὴλ ἀποτρυγήσας λείψανον, οἴκαδέ τε ἀνέθει, καὶ διετέλει μεγαλαυχούμενος .
καὶ γοῦν ὁ προφήτης Ἱερεμίας ἁλοῦσαν τὴν Ἰερουσαλὴμ κατεθρήνει, λέγων περὶ τῶν ἠρημωκότων 7 Εἰσέλθοι πᾶσα 7 “ ἡ κακία αὐτῶν κατὰ πρόσωπόν σου, καὶ ἐπιφύλλισον αὐ “ τοῖς ὃν τρόπον ἐπεφύλλισάν μοι·’’ καὶ πάλιν “ Ἴδε κύριε 8 “ καὶ ἐπίβλεψον τίνι ἐπεφύλλισας οὕτως. εἰ φάγονται 9
“ γυναῖκες καρπὸν κοιλίας αὐτῶν ; ἐπιφυλλίδα ἐποίησε μά· “ γειρος.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.