ἠσέβουν δέ τινες καὶ εἰς αὐτὸν τὸν νόμον, “ὁ δὲ κύριος 1 “δίκαιος ἐν μέσῳ αὐτῆς πρωὶ πρωὶ ποιήσει τὸ κρῖμα αὐτοῦ. καὶ ποῖον δὴ τοῦτό ἐστι; κατέσεισεν ὑπερηφάνους ἐν διαφθορᾷ, τουτέστι, παρέδωκεν εἰς φθορὰν τοὺς ἀλαζόνας καὶ ὑβριστάς. ἢ γὰρ οὐκ ἀλαζόνες, οἱ θεομαχεῖν εἰωθότες, καὶ 2 3 τοῖς διὰ Μωυσέως θεσπίσμασι τὸ οἰκεῖον ὥσπερ ἀντεξάγοντες θέλημα· καὶ ὀλίγα μὲν κομιδῇ τῶν θείων πεφροντικότες νόμων, ἀποκλίνοντες δὲ πρὸς τὸ ἄγαν ἐξήνιον καὶ 4 λέγοντες τῷ κυρίῳ “Ἀπόστα ἀπ’ ἐμοῦ, ὁδούς σου εἰδέναι “οὐ βούλομαι;” εἶτα πῶς ἂν ἐνδοιάσειε τις εἴπερ ἐστὶ
5 πτωχος τῷ πνεύματι καὶ ταπεινὸς τῆ καρδίᾳ, κατὰ τὸ γεγραμμένον, ὁ εὐφαὴς καὶ εὐήνιος καὶ πολὺ βλέπων εἰς εὐπείθειαν, ὃν καὶ ἐποπτείας ἀξιοῖ; καὶ γοῦν ἔφη δι’ ἑνὸς 6 τῶν ἁγίων προφητῶν ὁ τῶν ὅλων Θεός “καὶ ἐπὶ τίνα “ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ
“τρέμοντά μου τοὺς λόγους;” οὐκοῦν κατεσπάσθη μὲν εἰς φθορὰν τὸ ὑπέροφρυ γένος, ἀφανίσθησαν δὲ καὶ αἱ γωνίαι αὐτῶν. καὶ γωνίας οἶμαί που τὰ τείχη λέγεσθαι νυνὶ, καὶ τὰς τῶν πόλεων περιβολάς. ὑψηλαὶ γὰρ ἀείπως αἱ γωνίαι, πύργους ἔχουσαι διαφανεστάτους. ὅμοιον οὖν ἄρα τυχὸν
ὡς εἰ καὶ λέγοι πάλιν Ἔρημοι τειχῶν αἱ παρ’ αὐτοῖς ἔσονται πόλεις. ἐπηπείλησε δὲ πρὸς τούτοις καὶ ἐξερημοῦν τὰς ὁδοὺς 7 αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Ἰσραὴλ, τοῦ μὴ διοδεύειν τὸ παράπαν. καί μοι δοκεῖ βούλεσθαί τι τοιοῦτον ὑποδηλοῦν· ὁ διὰ Μωυ 8 σέως προστέταχε νόμος εἰ τελοῖτο κατὰ καιροὺς ἡ ἑορτὴ τῆς
σκηνοπηγίας, ἐκ πάσης τῆς Ἰουδαίων χώρας ἀναθεῖν εἰς Ἱεροσόλυμα, καὶ πληροῦν ἐκεῖσε τὰ νενομισμένα. ὅτε τοίνυν κατεσείσθησαν αἱ πόλεις, ἀπολώλασιν οἱ ἐν αὐταῖς, τότε καὶ ἠρημῶσθαί φαμεν τὰς ὁδοὺς, ὡς οὐδενὸς ἔτι δι’ αὐτῶν ἐρχομένου, καὶ πρός γε τὸ χρῆναι πληροῦν τὴν τεταγμένην
9 αὐτοῖς ἑορτὴν, καθ’ ἁ καὶ πρώην, διάττοντος. πέπτωκε γὰρ εἰς τοῦτο ταλαιπωρίας τὰ τῶν Ἰουδαίων τάγματα, ὡς μὴ εἶναι τοὺς ἑορτάζοντας, μήτε μὴν ἐν εὐπαθείαις εἶναι δύνασθαι 10 τοὺς ἀνασωθέντας μόλις καὶ ἐκ τοῦ πολέμου περιλελειμμένους. καὶ γοῦν ὁ προφήτης Ἱερεμίας μοῖραν ἐποιεῖτο τῶν θρήνων τὸ χρῆμα λέγων “ Ὁδοὶ Σιῶν πενθοῦσι παρὰ τὸ 11 μὴ εἶναι ἐρχομένους ἐν ἑορτῇ. ὅτι δὲ ἀτρεκὴς ὁ λόγος
αὐτὸ πάλιν ἡμῖν σαφηνιεῖ τὸ προκείμενον· ἐπιφέρει γὰρ εὐθύς Ἐζ́ελιπον αἱ πόλεις aict τὸ μηδενα ὑπάρχειν μηδὲ κατοικεῖν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.