κατίδοι τις ἂν αὐτά. ἠγαπηκότος δὴ οὖν τὴν δικαιοσύνην καὶ οὐκ εἰδότος αδικίαν τοῦ πάντων κρατοῦντος Θεοῦ, πῶς ἀεὶ κρατήσειν ἔμελλον, ἤγουν διεξάγεσθαι πρὸς πέρας, οὐκ ἀνακοπτόμενα παντελῶς τὰ παμμόχθηρα τῶν Ἰουδαίων ἐγκλήματα; δοκεῖ ’δε πὼς ἀδικίας εἶναί τις τρόπος,
τὸ μὴ ποιναῖς ὑποφέρειν τὸν ἀλιτήριον, καὶ τὸ μὴ δίκας 3 αἰτεῖν τὸν ἀσελγῶς τε καὶ ἀνοσίως διαβιοῦν ᾑρημένον, καὶ πεφροντικότα μὲν τῶν νόμων οὐδὲν, διανενευκότα δὲ οὕτω πρὸς ἀδικίαν, ὡς οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον, αὔχημά τε ποιεῖσθαι λαμπρὸν τὰ ἐφ’ οἷς ἦν εἰκὸς ἐρυθριῶντα ὁρᾶσθαι.
ἐπειδὴ τοίνυν δίκαιος ὁ Κύριος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον· οὐ γὰρ ἀνάσχοιτο τῶν ἀδικεῖν εἰωθότων· πρωὶ πρωὶ ποιήσει τὸ κρῖμα αὐτοῦ, τουτέστιν, ὄρθρου τε καὶ ἐμφανῶς καὶ ὡς ἐν ἡμέρᾳ λοιπὸν, οὐκέτι συστέλλων τὰ ἐξ ὀργῆς, 4 ἀλλ’ εἰς μέσον ἄγων, καὶ ἐμφανῆ καθιστὰς, καὶ οἷον ἐν ὄψει
τιθεὶς τὰ προεπηγγελμένα. οὐ γὰρ ἐάσει δραμεῖν εἰς νῖκος 5 ἀδικίαν. τὸ δὲ εἰς νῖκος, τὸ εἰς ἐκνίκησιν, ἤγουν εἰς ἅπαν ὑποδηλοῖ. κεκολασμένων γὰρ τῶν ἠσεβηκότων, πεπαύσεται πάντως καὶ τῆς ἀδικίας ὁ τρόπος· οὐ γὰρ ἔχει τοὺς δρῶντας ἔτι.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.