Θεοῦ, λαλοῦντες ἐπισφαλῶς τὰ “ἀπὸ καρδίας αὐτῶν καὶ 1 οὐκ ἀπὸ στόματος Κυρίου,” κατὰ τὸ γεγραμμένον. κατειρωνεύεται δὲ ὁ λόγος, πνευματοφόρους ἀποκαλῶν· οὐχ ὡς ἐν μεθέξει γεγονότων ἐκείνων τοῦ Ἁγίου Πνεύματος ἀληθῶς, ἀλλ’ ὡς πλάττεσθαι τολμώντων τὸ τῆς προφητείας χρῆμα, 2 3 καὶ ὅτι μεμέστωνται τοῦ Ἁγίου Πνεύματος οὐ κατοκνούντων εἰπεῖν. θέλοντες τοίνυν εἶναι, φησὶ, καὶ προφῆται καὶ πνευματοφόροι, καὶ τὸ σεμνὸν οὕτως ὄνομα ταῖς σφῶν αὐτῶν περιπλάττοντες κεφαλαῖς, τοσοῦτον γεγόνασι καταφρονηταὶ, ὡς μηδὲ ὅτι ποτ’ ἐστὶ τὸ ἐπιεικὲς εἰδέναι, προσαπολλύναι δὲ
καὶ ἑτέρους, οἷς ἐλάλουν τὰ ἀπὸ καρδίας, καὶ τοῦτο ἐπὶ σμικροῖς καὶ εὐτελεστάτοις τισὶ λημματίοις οἱ τάλανες, καὶ 4 ὡς ὁ προφήτης φησὶν Ἰεζεκιήλ “ἕνεκεν δρακὸς κριθῆς καὶ 5 “κλάσματος ἄρτου.’’ καὶ ἀποπληξίας δὲ πρὸς τοῦτο κατώλισθον, ὡς τῆς ἀπορρήτου δόξης βουλὰς εἶναι λέγειν τὰς
ἑαυτῶν, καὶ τὰ ἀπὸ γνώμης ἰδίας ἀποβρασσόμενα ῥήματα, θείους εἶναι λόγους διισχυρίζεσθαι. καὶ γοῦν ἔφασκε περὶ 6 αὐτῶν διὰ τῆς Ἱερεμίου φωνῆς “Οὐκ ἀπέστελλον προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτοὺς, καὶ αὐτοὶ προεφήτευον·’’ αὐτοῦ δὲ τοῦ προφήτου διακεκρα
7 γότος ἐναργῶς καὶ λέγοντος “Ὁ ὣν Δέσποτα κύριε, ἰδοὺ “οἱ προφῆται αὐτῶν προφητεύουσι καὶ λέγουσιν Οὐκ ὄψεσθε 8 “μάχαιραν καὶ λιμὸς οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ “ εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ τούτῳ·’’ μονον 9 οὐχὶ καὶ ἀντεκεκράγει λέγων ὁ τῶν ὅλων Θεός “ψευδῆ οἱ
“προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα “αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ οὐκ ἐλάλησα πρὸς “αὐτούς· ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας καὶ οἰωνίσματα “καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν ὑμῖν. 10 “εἰ προφῆταί εἰσι, καὶ εἰ ἔστι λόγος Κυρίου ἐν αὐτοῖς,
11 “ἀπαντησάτωσάν μοι. τί τὸ ἄχυρον πρὸς τὸν σῖτον; οὕ- 12 “τὼς οἱ λόγοι μου, λέγει κύριος. οὐχ οἱ λόγοι μου ὡς “πῦρ φλέγον, λέγει κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν;” καθικνεῖται γὰρ εἰς νοῦ βάθος ὁ παρὰ Θεοῦ λόγος, καὶ μονονουχὶ διαρρήγνυσι τὴν τῶν ἀκροωμένων καρδίαν· ψυχρὸς
13 δὲ καὶ ἄναλκις ὁ ἐξ ἀνθρώπου βουλῆς, ὁποῖός τις ἦν ὁ τῶν ἀνοσίων ψευδοπροφητῶν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.