τῶν λύκων ἀπληστίαν εἰς ὑποτύπωσιν τῶν κριτῶν, οἷον ὅλῳ 3 στόματι καὶ ἀκορέστοις ὀδοῦσι δαπανώντων τοὺς κρινομένους, διὰ τοῦ πλεῖστά τε ὅσα καὶ τὰ ὑπὲρ δύναμιν ἐξαιτεῖν ἐπὶ τῇ τοῦ δικαίου παρατροπῇ, καὶ ἵνα τὸ τῷ θείῳ νόμῳ δοκοῦν εἰς τὸ ἑτέροις τισὶν ἁνδάνον ἀνοσίως παρευθύνοιτο.
ἀλλ’ ἦν ἄμεινον ἐννοεῖν αὐτοὺς, ὅτι καθά φησιν ὁ παροιμιαστής “Λαμβάνοντος δῶρα ἐν κόλποις οὐ κατευοδοῦνται ὁδοί.” 4 “Τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ λυμαίνεται “ῥήματα δίκαια, κατὰ τὸ γεγραμμένον. τί γὰρ ὅλως τὸ 5 περιττὸν ἐκ δωροδοκίας; τί δὲ τὸ αἰσχρὸν ὀνήσει λημμάτιον
τοὺς ἀγαπῶντας αὐτό; μᾶλλον δὲ ποίαν ἂν αὐτοῖς ζημίαν οὐκ ἐνεργάσαιτο; καὶ γάρ ἐστιν ἀληθὴς ὁ μακάριος Παῦλος λέγων “Οἰ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πει- 6 “ρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ “βλαβερὰς, αἵ τινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον
“καὶ ἀπώλειαν.’’ “Αἱρετὸν οὖν ὄνομα καλὸν ἢ πλοῦτος 7 “πολὺς,” καὶ ἔστιν ἀληθῶς σοφὸς δὴ λίαν καὶ ἀτρεκὴς ὁ λόγος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.