ἐφ’ αἷς εἰκότως κεκίνηται καὶ κέκλιται πρὸς ὀργὰς, ἵνα δὴ φαίνοιτο λοιπὸν κολάζων ἐν δίκη τοὺς ἠσεβηκότας καὶ καθιγμένους εἰς τοῦτο φαυλότητος, ὡς ἀφόρητον ἤδη πὼς τὸ 1 χρῆμα καὶ αὐτῷ γενέσθαι Θεῷ. ἦσαν οὖν, φησὶν, οἱ ἄρχοντες αὐτῆς ὡς λέοντες. τί δὲ δὴ δρῶσιν ἐκεῖνοι; λιμοῦ καταθήγοντος,
καὶ εἰς ἔφεσιν αὐτοὺς καλοῦντος τροφῆς, ὄρη τε καὶ νάπας περιθέουσιν εὐσθενῶς, δεινόν τι καὶ ἀπηχὲς καταβρυχώμενοι· κἂν εἴ τι που θεάσαιντο τῶν ἐπιτηδείων εἰς βρῶσιν, οἷον βροντὴν κατηχήσαντες, εἰς δέος ἄγουσι τοσοῦτον, ὡς ἀποπεπῆχθαι δοκεῖν, καὶ οἷόν τι σικάλοις ἐνεσφιγμένον,
περιμένειν τὸν δαιτυμόνα. τοῦτο ’δε τινες ἔδρων καὶ τῶν 2 ἡγουμένων ἐν Ἰσραὴλ, τὸν ἐκ νόμου θάνατον τοῖς παραβαίνουσιν ὡρισμένον, ἐπιφέρειν ἔσθ’ ὅτε καὶ τοῖς πλημἀπηρτημένων 3 μέλουσιν οὐδὲν ἀπειλοῦντες, εἰ μὴ δρᾶν ἕλοιντο τὰ αὐτοῖς θυμήρη τε καὶ φίλα, καὶ παραχωροῦντες ἐγκαλοῦσιν ἑτέροις, ἤγουν αὐτοῖς τοῖς δικάζουσι κτήσεων ἰδίων ἐξιστάμενοι. καταγράφει γὰρ αὐτῶν τὰ τοιάδε τῶν κακῶν καὶ δι’ 4 ἑτέρου προφήτου, λέγων· Μιχαίας δὲ οὗτος· “Ἐγένοντο
“λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις 5 “αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτὰ, διότι οὐκ “ἦραν πρὸς τὸν Θεὸν χεῖρας αὐτῶν. καὶ ἐπεθύμουν ἀγροὺς, “καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ “διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κλη-
“ρονομίαν αὐτοῦ.’’
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.