τὸν πολέμου νόμον ἐξωπλισμένοις· ἡ πολλοῖς σημείοις καὶ τέρασι τῆς Αἰγυπτίων θητείας λελυτρωμένη καὶ τῆς ἀφορήτου πλεονεξίας ἐκλύσασα τὸν αὐχένα· δι’ ἣν ποταμοὶ μὲν εἰς αἷμα μετακεχωρήκασι, χάλαζα δὲ καὶ σκότος τὴν τῶν Αἰγυπτίων κατεσίνοντο γῆν, ἧ καὶ θάλασσα συνωπλίζετο, 2
καταπνίγουσα τοὺς διώκοντας, μυρία τε ὅσα πρὸς τούτοις γέγονεν ἀξιάκουστα; ὢ ἡ πόλις ἡ περιττερὰ, τουτέστιν ἡ περικαλλεστάτη. δέχεται γὰρ ἀεί πὼς ἡ θεόπνευστος γραφὴ τὸ στρουθίον εἰς εὐειδίαν· καθάπερ ἀμέλει καὶ τὴν ἐν τῷ ᾄσματι πλαττομένην νύμφην τῷ τῆς περιστερᾶς ὀνόματι
κατασεμνύνειν ἤθελεν ὁ νυμφίος “Ἀνάστα, λέγων, ἐλθὲ ἡ 3 “πλησίον μου, καλή μου, περιστερά μου.’’ περικαλλεστάτη δὲ λίαν ἡ Ἰερουσαλὴμ, διάτοι τὸ τῷ θείῳ λελαμπρύνθαι νόμῳ, καὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν ὁρᾶσθαι διαπρεπὴς, 4 ἐπασκεῖν δὲ καὶ δικαιοσύνην, καὶ Θεῷ τῷ κατὰ φύσιν προσκυνεῖν,
καὶ αὐτῷ τελεῖν τὰς λατρείας. κάλλος δὲ τοῦτο πνευματικόν. δύναιο δ’ ἂν καὶ ἑτέρως περιστερὰν εἰρῆσθαι νοεῖν τὴν Ἰερουσαλήμ. ἔθος γὰρ ἀεὶ τῷ πτηνῷ, κἂν εἴ τις αὐτὸ τῆς φιλτάτης αὐτῷ καλιᾶς ἀποκομίσειεν ἀπωτάτω, εἶτα δοίη τῇ πτήσει καιρὸν, ἀναθεῖν οἴκαδε πάλιν καὶ ἀνακομίζεσθαι
πρὸς τὰ οἰκεῖα. ὃ δὴ γεγονὸς καὶ ἐπ’ αὐτῆς εὐρήὅλη 5 σομεν τῆς Ἱερουσαλήμ. ἔχουσα γὰρ ἐκ προγόνων τὸ 6 εὐσεβὲς, καταπεφοίτηκε μὲν εἰς Αἴγυπτον· ἐκβαίνουσα δὲ ὥσπερ τὴν ἐκ πατέρων λατρείαν, ἐκεῖ προσκεκύνηκεν εἰδώλοις· ἀλλὰ κέκληται διὰ Μωυσέως, καὶ ἀπέπτη τρόπον τινὰ τῆς ἐν Αἰγύπτῳ πλάνης, παλινδρομήσασα πρὸς Θεόν. ἀλλὰ
γὰρ τίς ἡ αἰτία, φησὶ, τοῦ καὶ ὅλως ἁλῶναι τυχὸν, καὶ ὑφ᾿ ἑτέροις γενέσθαι πάλιν τὴν λελυτρωμένην ;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.