περιστάσεσι, καὶ μονονουχὶ ῥαγδαιοτάτοις κύμασι καταπαιομένας τοῖς διωγμοῖς, πλὴν ἀδιαπτώτως ἐρηρεισμένας 1 καὶ ἀνεχούσας ὑψοῦ, καὶ ταῖς θλίψεσιν οὐ βαπτιζομένας. 2 ἀκλόνητοι γὰρ διὰ Χριστὸν αἱ ἐκκλησίαι, “καὶ πύλαι ἅδου “οὐ κατισχύσουσιν αὐτῶν.” οὐκοῦν εἰ δὴ βούλοιτό τις
νήσους ἐθνῶν ἐννοεῖν τὰς ἐξ ἐθνῶν ἐκκλησίας, οὐκ ἔξω τοῦ πρέποντος βαδιεῖται σκοποῦ· ὡς περικλυζομένας μὲν τοῖς τῶν πειρασμῶν σάλοις, ἐχούσας δὲ τὸ πάγιον ἐν Χριστῷ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.