τὸ ἁλῶναι τὴν Ἰουδαίαν, ἀνατετραμμένης εἰσάπαν καὶ οἰχομένης τάχα που πρὸς τὸ μηδὲν τῆς ἀεί τε καὶ ἄνωθεν ἐπι- κουρούσης αὐτοῖς χειρὸς, δῆλον δὲ ὅτι τῆς τοῦ πάντων κρατοῦντος Θεοῦ. δυσβουλίας γὰρ εἰς τοῦτο καθικέσθαι τ ἰνᾶς τὸ ἀπεικὸς οὐδὲν, ὡς πεπλανημένους, ξύλοις τε καὶ
1 λίθοις λελατρευκότας, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ἠγνοηκότας Θεόν. ἀκήκοα τοίνυν, φησὶ, τοὺς Μωαβιτῶν ὀνειδισμοὺς καὶ κονδυλισμοὺς υἱῶν Ἄμμων. διοίσει γὰρ οἶμαι κατ’ οὐδένα τρόπον τοῦ καταπαίοντος ἢ ῥάβδῳ τυχὸν ἢ λίθῳ τοὺς πεπονθότας ὁ πλήττων ὀνειδισμοῖς, καὶ ἀχάλινον ἐπ’ αὐτοῖς 1
ἀνευρύνων στόμα, ἀνερευγόμενός τε καὶ λέγων τὰ δι’ ὧν ἦν εἰκὸς καταπικραίνεσθαί τινας εἰς δυσθυμίας καὶ λύπας, καὶ φορτικωτέραν ἔχει τῆς συμφορᾶς τὴν ἔφοδον. ἐπειδὴ δὲ καὶ κατ’ αὐτῆς τῆς θείας τε καὶ ἀπορρήτου δόξης ἀθυροστομοῦντες 2 ἠλέγχοντο, ταύτῃτοι, φησὶ, τὴν Σοδομιτῶν ἀνατλάντες
δίκην βαδιοῦνται πρὸς ὄλεθρον, καὶ μικρά που τάχα τὰ Γομόῤῥιις ἀποφαίνοντες πάθη ταῖς ἑαυτῶν συμφοραῖς, ὀψέ τε καὶ μόλις δι’ αὐτῶν εἴσονται τῶν συμβεβηκότων τὴν τοῦ κολάζοντος δύναμιν. Δαμασκὸς γεμὴν ἡ Φοινίκων μητρόπολις ἡ λαμπρὰ καὶ περίοπτος, ἐν ᾗ τὰ βασίλεια., ψωρὸς
ἔσται καλάμης, οὐκ ἐχούσης ἄσταχυν, ἧς οὐδεὶς μὲν ὁ λόγος, 3 εἰς κατάπρησιν δὲ τὸ πέρας, ἤγουν εἰς διασκεδασμόν. τοὺς γὰρ τῶν ἀχύρων σωροὺς αἱ τῶν πνευμάτων ὁρμαὶ διαῤῥιπτουσι πανταχῆ· κατὰ τὸν ἴσον δὲ τρόπον καὶ τοὺς ἐν ταῖς πόλεσι ταῖς ἁλισκομέναις αἱ τῶν ἑλόντων δυνάμεις
4 διασκιδνᾶσι πανταχοῦ, τοῖς ῥαγδαιοτάτοις ἐν ἴσω πνεύμασι κατεμπιπτόντες. ὅτι δὲ οὐχ ἑτέρου του μᾶλλον, ἁλλ’ αὐτοῦ τοῦ πεπονθότος καὶ ὀνειδισθέντος λαοῦ τὰ ποιάδε τῶν κακῶν κατόρθωσις ἔσται κατὰ καιροὺς, ὑπεμφαίνει λέγων Οἱ κατάλοιποι
τοῦ λαοῦ μου διαρπῶνται αὐτους καὶ οἱ κατάλοιποι 5 ἔθνους μου κατακληρονομησουσιν αὐτούς. καταλοιπους γὰρ ἔθνους, ὡς ἤδη προεῖπον, τοὺς ἐκ τῆς αἰχμαλωσίας ἀνασεσωσμένους ἀποκαλεῖ, οἳ κεκρατήκασι τῶν ἐθνῶν, καὶ τὰς τῶν ἀλλοφύλων ἑλόντες πόλεις, εἰς ἐρημίαν αὐτὰς κατέστησαν
παντελῆ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.