ἐννόμως ἐθελοντὰς, ἀμείνους μὲν ἐσόμεθα πολέμου παντὸς, κατευμεγεθήσομεν δὲ καὶ μάλα ῥᾳδίως τῶν ἀνθεστηκότων, καὶ πληροφορήσει λέγων αὐτὸς περὶ δικαίου παντός “Ὅτι 1 ἐπ’ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν σκεπάσω αὐτὸν, ὅτι “ ἔγνω τὸ ὄνομά μου. κεκράξεται πρὸς μὲ καὶ ἐπακούσομαι
“αὐτοῦ· μετ’ αὐτοῦ εἰμι ἐν θλίψει· ἐξελοῦμαι αὐτὸν καὶ “δοξάσω αὐτόν. μακρότητος ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ “δείξω αὐτῷ τὸ σωτήριόν μου.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.