προαπηγγελκὼς τοῖς τὴν Παλαιστίνην οἰκοῦσι, Γαζαίοις τε φημι καὶ Ἀσκαλωνίταις, Ἀζωτίοις τε ὁμοῦ καὶ τοῖς ἐξ Ἀκαρὼν, τὸν ἴσον ὑφαίνει λόγον καὶ ἐπὶ ταῖς πόλεσι ταῖς Φοινικικαῖς, μάλιστα δὲ τῶν ἄλλων ταῖς πρὸς τῆ θαλάσσῃ 1 κειμέναις. ταύτῃτοί φησιν Οὐαὶ οἱ κατοικουντες τὸ σχοίνισμα
τῆς Φαλάσσης. ἐπειδὴ δὲ καὶ πολλαὶ τῶν κατὰ τὴν Παλαιστίνην πόλεων τῇ θαλάσσῃ προσῳκήκασιν, ἀποδιιστὰς ωσπερ τὰς σημαινομένας, εἰς τὸ παρὸν παροίκους αὐτὰς Κρητῶν ἀποκαλεῖ, ἵν ἐντεῦθεν νοῶμεν τοὺς τῆς Φοινίκης οἰκήτορας, οὓς καὶ Κρητῶν, ὡς ἔφην, παροικους ὀνομάζει, διὰ τοιαύτην
αἰτίαν. Κρῆτες καὶ Λίβυες διείργονται μὲν ἀπ’ ἀλλήλων, μεσολαβούσης θαλάσσης, ὀλίγοις κομιδῇ διαστήμασιν. ὡς γὰρ ὁ πολὺς ἔχει λόγος, ἀνέμου πνέοντος, ἔσθ’ ὅτε τῶν ἐκ Κρήτης βοτανῶν διάττουσιν αἱ ὀσμαὶ καὶ τοὺς ἐν Λιβύη 2 κτείνουσι θῆρας, ἑρπετά τε φημὶ καὶ τὰ τῶν ἰοβόλων ἔθνη,
τετάχατο δὴ οὖν Λίβυές τε καὶ Κρῆτες ὡς ἔθνος ἕν. ἐντεῦθεν κατὰ καιροὺς ἀποικίαν στείλαντες, τὰς ἐν τῇ Φοινίκῃ κατῳκήκασι καὶ ἀνεδείμαντο πόλεις, καθάπερ ἀμέλει καὶ Καππαδόκαι κατὰ καιροὺς τὰς τῆς Παλαιστίνης. καὶ γοῦν ἔφη 3 που Θεὸς διὰ φωνῆς Ἀμῶς “Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς
4 “ἐστέ μοι υἱοὶ Ἰσραήλ; λέγει Κύριος. οὐ τὸν Ἰσραὴλ “ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας, καὶ τοὺς Σύρους ἐκ βόθρου.’’ καὶ ἀλλοφύλους 5 μὲν τοὺς Παλαιστηνοὺς ὀνομάζει, Σύρους γεμὴν τοὺς
Φοίνικας, οὓς καὶ ἀναγαγεῖν ἐκ βόθρου διϊσχυρίζεται, βόθρον, οἴμαι, τὴν Λιβύην ἀποκαλῶν, διὰ τὸ εἶναί που τάχα κοίλην τε καὶ χθαμαλὴν τὴν χώραν. κατευρύνεται γὰρ εἰς κόλπους ἡ παρ’ αὐτῇ θάλασσα, μονονουχὶ καὶ ἀναφευγούσης ἀνόπιν τῆς χέρσου, καὶ τοῖς ὅτι μάλιστα νοτιωτάτοις κλίμασιν
εἰσδυομένης. ἰστέον δὲ ὅτι ἀντὶ τοῦ Ἐκ βόθρου, Κυρήνην ὠνόμασαν οἱ ἕτεροι τῶν ἑρμηνευτῶν, ὅτι Λιβύων ἄποικοι Φοίνικες ἀποφαίνονται ἐναργέστερον· Κυρήνη γὰρ τῆς Λιβύης 6 ἐστὶν ἐπισημοτάτη πόλις.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.