1 Ἱεροσολύμων, καὶ ἁπάσης δὲ τῆς Ἰουδαίας κατειλημμένης ὑπὸ τοῦ Ναβουχοδονόσορ, αἱ περίοικοι τῶν ἀλλοφύλων πόλεις ἐπεγάνυντο τοῖς πεπονθόσι καὶ κατεμειδίων τῶν πεπορθημένων, ἔθυον δὲ καὶ τοῖς ἰδίοις θεοῖς, ὡς τὸ πᾶσιν ἀπηχθημένον ἀπολωλεκόσι γένος· ἀπετόλμων δὲ λέγειν, ὡς
ἀνόνητον αὐτοῖς τὸ ἐπὶ Θεῷ πεποιθέναι διὰ πραγμάτων αὐτῶν ἐξελήλεγκται, ᾤοντό τε ὅτι καὶ τῆς ἄνωθεν ἐπικουρίας εὐσθενεστέρα τε καὶ ἐν ἀμείνοσιν ἢ τῶν Βαβυλωνίων 2 ἐγένετο χείρ. εἰ δὲ δήπου τις τῶν ἐκ τῆς Ἰουδαίας τὰ οἴκοι μεθεὶς, καὶ τῆς ἐνεγκούσης ἀποδραμὼν κατὰ τὸν τοῦ πολέμου
καιρὸν, ὡς πρὸς ὁμόρους ἀφίκετο σώζεσθαι προσδοκῶν, οὗτος ἦν ἐν χείροσιν, ὠμοτέροις τῶν Βαβυλωνίων περιτυχὼν, τοῖς κατοικτείρειν ὀφείλουσιν. οὐκοῦν κατεσοβαρεύοντο τῆς 3 τοῦ Θεοῦ δόξης οἱ τάλανες, σκληροί τε καὶ ἄτεγκτοι τοῖς πεπραχόσιν ἀθλίως ἀπήντων, τὸ συναλγεῖν παραιτούμενοι· μᾶλλον δὲ καὶ ἀγρίως τῆ παρ’ ἑαυτῶν σκαιότητι τοὺς ἁλόντας ἐπιφορτίζοντες. τί οὖν; μετὰ τοῦτο ἐπανῆκον μὲν κατὰ
καιροὺς ἐκ τῆς αἰχμαλωσίας οἱ ἐξ Ἰσραὴλ, Κύρου μόλις 4 ἀνέντος, καὶ δὴ ἐν τοῖς Ἱεροσολύμοις γεγονότες ἀνετείχιζον τὴν πόλιν, καὶ αὐτὸν δὲ τὸν θεῖον ἀνεδείμαντο ναὸν, καὶ ἦσαν ἤδη πὼς ἐν ἐλπίσι λοιπὸν τοῦ εὐημερεῖν, προασπίζοντος τοῦ Θεοῦ. ἐπειδὴ δὲ ταῦθ’ οὕτως πράττεσθαι μεμαθήκασι,
Γαζαῖοί τε καὶ Ἀσκαλωνῖται, καὶ μὴν καὶ Ἀζώτιοι, καὶ οἱ ἐκ τῆς καλουμένης Ἀκαρὼν, Μωαβῖται καὶ Ἰδουμαῖοι καὶ Αμμανῖται, ἕτερά τε ἅττα πρὸς τούτοις ἔθνη, τῇ τοῦ φθόνου κατετήκοντο φλογὶ, καὶ διακωλύειν ἤθελον περιφράττοντας τῷ τείχει τὴν πόλιν, καὶ δὴ συναγηγερμένοι τῶν ἐκ τῆς 5
αἰχμαλωσίας ἀνακεκλημένων κατεστρατεύοντο. καὶ συγκεκρότηται μὲν ἡ μάχη κατὰ τὴν κοιλάδα τοῦ Ἰωσαφάτ· 6 πεπτώκασι δὲ καὶ ἀνῄρηνται, Θεοῦ νευροῦντος τὸν Ἰσραήλ. εἷλον δὲ οὕτω κατὰ κράτος τὰς τῶν ἐθνῶν πόλεις, ὡς καὶ εἰς ἐρημίαν αὐτὰς καταστῆσαι παντελῆ, καὶ ποιμνίων ταύτας
ἀποφῆναι σηκούς. ταύτης διαμέμνηται τῆς ἱστορίας εἰς τὸ παρὸν, ἐπαγγελίαν ἐχούσης, πρῶτον μὲν τῆς ἐπανόδου τῆς ἐκ τῆς αἰχμαλωσίας, εἶτα τῆς ἐσομένης εὐκλείας καὶ τῆς 7 κατὰ πάντων νίκης. διαρπασθήσεσθαι μὲν γὰρ τὴν Γάζαν φησὶν, οἰχήσεσθαι δὲ τὴν ’ν πρὸς ἀφανισ μον, καὶ
Ἄζωτον μεσημβριας ἐκριφησεσθαι· τὸ δὲ μεσημβριας ἀντὶ τοῦ φανερῶς καὶ οὐ τρόπῳ λῃστρικῷ, ἀλλ’ ἐναργῶς καὶ πολέμου νόμῳ· τὴν γεμὴν Ἀκαρὼν ἐκριζωθήσεσθαι. εὐφυῶς δὲ σφόδρα πρὸς τὴν τοῦ ὀνόματος δήλωσιν ποιεῖται τὴν ἀπειλήν· ἑρμηνεύεται γὰρ Ἀκαρὼν ἐκριζωσις. τοῦτο δὲ αὐτὸ 8 πείσεσθαί φησιν αὐτὴν, οἷον ἔχουσαν ἐν τῇ κλήσει φῆς ἐπενεχθησομένης αὐτῇ συμφορᾶς τὴν δήλωσιν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.