γε τοῦ ἑλέσθαι διψῆν τὰ αὐτῷ δοκοῦ ντα δρᾶν, δρᾶν, ῥᾳθυμίας ἁπάσης ἐξῃρημένης· ἐργασόμεθα δὲ καὶ τὸ κρῖμα, τὸν θεῖον αὐτοῦ νόμον ἀποπεραίνοντες, ἀοκνότατα δὲ κατορθοῦντες τὴν 1 ἀρετήν· κερδανοῦμεν δὲ πάλιν τῆς δικαιοσύνης τὴν δόξαν, τοῖς ἐξ ἀγαθουργίας αὐχήμασιν εὖ μάλα κατεστεμμένοι, καὶ
τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἀληθῶς τῆς εἰς Θεὸν εὐσεβείας, καὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης διάττοντες τρίβον· “Πλήρωμα 2 γὰρ νόμου η ἀγάπη, κατὰ τὸ γεγραμμένον. δεῖ δὲ οἴμαι προσεπενεγκεῖν οἷς ἔφην, τὸ ἀποκρίνεσθαι αὐτὰ, τουτέστι, τὸ καὶ ἑτέροις προσλαλεῖν καὶ νουθετεῖν ἀδελφούς· ἐσόμεθα
γὰρ ὧδε καὶ οὐχ ἑτέρως ἄρτιοι πρὸς ἀρετήν. οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸν ἔργῳ τε καὶ λόγῳ δοκιμώτατον δοκι- 3 μέγαν ἔφη κληθήσεσθαι ἐν τῆ βασιλείᾳ τῶν οὐρανων· 4 ἐλάχιστον δὲ τὸν εἰσηγεῖσθαι μὲν μεμελετηκότα καὶ ἀποχρῶντα εἰς τοῦτο, μὴ μὴν ἔτι καὶ δρᾶν ἀνεχόμενον
ἅπερ ἂν εὖ ἔχειν οἴηται, καὶ κατορθοῦν ἐπιτάττῃ τισί. ταλανίζει δέ που καὶ τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οὕτω λέγων “Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑπο- 5 “κριταὶ, ὅτι δεσμεύετε φορτία βαρέα καὶ δυσβάστακτα, καὶ ‘ἐπιτίθετε τοῖς ἀνθρώποις, αὐτοὶ δέ’ φησὶν, οὐδ’ ὅσον
εἰπεῖν ἄκρῳ “δακτύλῳ προσψαύετε αὐτοῖς’’ τελεωτάτης οὖν ἄρα θεοσεβείας ἀπόδειξις, τὸ καὶ κατορθοῦν ἀρετὴν, 6 εἰσηγεῖσθαι δὲ καὶ ἑτέροις τὰ δι’ ὧν ἂν γένοιντο λαμπροί.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.