ἂν δέοιτο, καθάπερ ἐγῷμαι, λόγου πρὸς διασάφησιν. πλὴν ἐροῦμεν ἐπιτροχάδην. ἀπειλεῖ γὰρ αὐτοῖς τὰ παντὸς ἐπέκεινα κακοῦ, καὶ τὸν εἰς νοῦν σκότον· καὶ τὴν αἰτίαν εὐθὺς ἀφηγεῖται, προστιθείς Ὄτι τῷ Κυρίῳ ἐξήμαρτον. ὅμοιον ὡς εἰ λέγοι Πεπαρῳνηκότες εἰς ἀδελφοὺς, καὶ εἰς αὐτὸν ἀφυ-
1 λάκτως δεδυσσεβήκασι τὸν τῶν ὅλων Δεσπότην καὶ τῆς θείας κατεξανιστάμενοι δόξης ἁλοῖεν ἄν. εἴπερ ἐστὶν ἀπηχὲς καὶ ἀνόσιον παντελῶς, αὐτὴν μὲν τῶν ἰδίων ἀποστερῆσαι γερῶν, καὶ μονονουχὶ τῶν τῆς θεότητος ἀποσοβῆσαι θώκων, ἐνιδρύσαι δὲ ὥσπερ αὐτοῖς τὴν κτίσιν καὶ
κτηνῶν ἀλόγων μορφάς. οἱ μὲν γὰρ δαμάλεσιν ἀνῆπτον τὸ σέβας· οἱ δὲ Ἀστάρτῃ τινὶ καὶ Βεελφεγώρ· οἱ δὲ σελήνῃ καὶ ἄστροις. ταύτῃτοι λοιπὸν ἐπιφέρειν αὐτοῖς ἀπειλεῖ τὰς ἐκ τοῦ πολέμου συμφορὰς, συντέλειάν τε καὶ σπουδήν. 2 καὶ ἡ μὲν συντελεια τὸν εἰσάπαν ὄλεθρον τῆς Ἰουδαίων
χώρας κατασημήνειεν ἄν· ἡ δέ γε σπουδὴ τὸ οἷον ἐν τάχει καὶ ἀμελλητὶ γενέσθαι τὰ προηγγελμένα. δηλοῖ δὲ πολλάκις τὸ τῆς σπουδῆς ὄνομα παρά γε τοῖς ἱεροῖς γράμμασι 3 καὶ θορύβων ἔφοδον. πάνδεινον οὖν ἄρα τὸ ἁμαρτάνειν εἰς ἀδελφούς· εἰ δὲ δὴ καὶ εἰς τοῦτο φαυλότητος προίοι τὰ πλημμεληθέντα τισὶν, ὡς καὶ αὐτὴν τὴν ἀπόρρητον καταλυπῆσαι φύσιν, οὐδεὶς ἀνατρέψει τρόπος τὰ ἐξ ὀργῆς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.