γὰρ ὥσπερ ἀποφαίνει τὴν δίκην, καὶ τρέχουσαν κατὰ πόδας τὴν ἐκ τοῦ πολέμου συμφοράν. ἡμέραν δὲ κυροῦ τὸν καιρὸν ἀποκαλεῖ, καθ’ ὃν ἔσται τὰ τοιάδε. καὶ μὴν καὶ ταχεῖαν ὠνόμασεν ὡς μελλησμοῦ τίνος δίχα παρεσομένην, καὶ ὀφθησομένην οὐκ εἰς μακράν· σκληρὰν δὲ αὐτῆς τὴν φωνὴν εἶναί
φησι καὶ δυνατωτάτην, τὸν τῶν πολεμίων ἀλαλαγμὸν ὑπο- 2 φαίνων οἶμαί που· ὀργῆς τε καὶ θλίψεως, ἀφανισμοῦ τε καὶ 3 αωριας, σκότους τε καὶ γνόφου φησὶν ημεραν ἀυτὴν. τι γὰρ τῶν τοιούτων οὐ συμβήσεται τοῖς ἀθλιότητος εἰς τοῦτο ἀφικομένοις, ὡς ἐν αὐτοῖς γενέσθαι τοῖς τοῦ θανάτου δείμασι,
καὶ ἐν τοῖς ἐσχάτοις κεῖσθαι κακοῖς; πολεμίων δὲ πόλιν κατειληφότων, τί τοῖς ἁλοῦσιν οὐ συμβήσεται; ἢ τί τῶν ἄγαν ἐκτόπων ἀνεπιτήδευτον; ἢ οὐκ ἄνηβοι μὲν καταφθείρονται παῖδες, κόρια δὲ ῥιπτεῖται νεκρὰ, καὶ οἷον φυτὰ πρὸ ὥρας ἀναβεβοθρευμένα; οὐχὶ δὲ νὺξ οἷά τις καὶ σκότος ἡ 4 5 δυσθυμία τὴν τῶν ἑαλωκότων καταμελαίνει καρδίαν, ὡς ἀπορῆσαι βουλῆς καὶ σκεμμάτων· μόνον δὲ οὐχὶ καὶ ἀχλύι· καὶ νεφέλαις τὸν ἑκάστου κατασκιάζουσα νοῦν, οὐδὲ, ὅποι ποτέ ἐστιν, ἐφίησιν ἐννοεῖν. εἶτα πῶς τοῦτο ἀμφίβολον; ὅτι δὲ ἀφόρητος ἔσται τῶν δυσμενῶν ἡ ἔφοδος καὶ πόλεσι
ταῖς πολυανδρούσαις καὶ γεγυμνασμέναις τὰ τακτικὰ, καὶ μὴν καὶ ἑτέραις, αἵπερ ἂν εἶεν τοῖς τῶν τειχῶν περιβόλοις περιεζωσμέναι, καταμεμήνυκε προστιθεὶς, ὡς ἔσται σάλπιγγος 6 καὶ κραυγης ἥμεροι η ημερα τοῦ κυροῦ ἐπὶ τοῖς πόλεις τας οχυρας καὶ ἐπὶ τοῖς γωνίας τας υψηλας. οχυρας μὲν γὰρ,
ὡς ἔφην, τὰς εὐανδρούσας ἀποκαλεῖ, καὶ πολὺ λίαν ἐχούσας τὸ μάχιμον γένος· γωνίας γεμὴν ὑψηλὰς τὰς τετειχισμένας. ἀεὶ γάρ πὼς ἐν ταῖς τῶν τειχῶν περιβολαῖς ἀνέχουσιν αἱ γωνίαι, καὶ εἰς πύργους ἀνεστήκασι, τῶν ἄλλων ὑψηλοτέρους. “Φοβερὸν οὖν ἄρα τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ 7
“ζῶντος” κατὰ τὸ γεγραμμένον. ἀντιτετάξεται γὰρ αὐτῷ 8 9 10 παντελῶς οὐδείς· καὶ γάρ ἐστιν αὐτὸς ὁ τῶν δυνάμεων κύριος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.