ὠφελήσουσι θησαυροὶ ανόμους.” δραπέτης μὲν γὰρ ὁ πλοῦτος ἀεὶ, καὶ τὸ βεβηκὸς οὐκ ἔχει· μεθύει δὲ μᾶλλον καὶ διανένευκεν εἰς ἀποστασίαν, καὶ πόδας ἔχει σαθρούς. τὸ δὲ δὴ καὶ ἐπ’ αὐτῷ μέγα φρονεῖν ἐθέλειν, ἠλίθιον κομιδῆ. ἐξελεῖται γὰρ ἥκιστά γε τοὺς ὑπὸ θείαν ὀργὴν, οὐδ’ ἄν
ἀπαλλάξειεν αἰτιαμάτων τινὰς, Θεοῦ ποινὴν καθορίζοντος, καὶ τὴν τοῖς πλημμελοῦσι πρέπουσαν ἐπάγοντος δίκην. τί 1 οὖν ὁ πλοῦτος; σάρκα θεραπεύει μόνην καὶ ὑπηρέτης ἐστὶν 2 ἀνοσίου καὶ βδελυρᾶς ἡδονῆς, καὶ πατὴρ ἀλαζονείας, καὶ τύφου ῥίζα καὶ γένεσις, καὶ προσκαίρων δοξαρίων περιποιεῖται τὴν μέθεξιν, ἃ σκιαῖς ἐν ἴσῳ παρελαύνει τοὺς ἐσχηκότας.
κότας. καὶ γάρ ἐστιν ἀληθὲς ὅτι “Πᾶσα σὰρξ ὡς χόρτος, 3 “καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου.’’ ὅτι τοίνυν ἀνόνητος παντελῶς τοῖς ἠσεβηκόσιν ἡ ἐπὶ πλούτῳ σπουδὴ, διδάσκει λέγων, ὡς ἔσται μὲν τοῖς Χαλδαίοις εἰς διαρπαγὴν ἡ δύναμις αὐτῶν. εἰσὶ γάρ εἰσιν οἱ περὶ ὧν ἂν λέγοιτο, καὶ 4
μάλα εἰκότως, τὸ ἐν ψαλμοῖς ὑμνούμενον “Ἰδοὺ ἄνθρωπος 5 “ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ’ ἐπήλπισεν ἐπὶ “τῷ πλήθει τοῦ πλούτου αὐτοῦ, καὶ ἐπὶ τῇ ματαιότητι “αὐτοῦ ἐνεδυναμώθη.” εἰ δὲ δὴ καὶ οἶκοι γεγόνασιν αὐτοῖς πολυτελῶς ἠσκημένοι, εἶεν ἂν οὐκ αὐτῶν· κατεμπρησθήσονται
θήσονται γάρ· καὶ εἰ πρὸς τούτοις ἔτι γεγόνασιν ἀμπέλων μελεδωνοὶ, οὐκ αὐτοὶ πίονται· πόθεν; οἰχήσονται γὰρ αἰχμάλωτοι, τὰ οἴκοι μεθέντες καὶ παντὸς ἐστερημένοι τοῦ κατευφραίνειν εἰδότος. καὶ τοῦτο σαφὲς ἐποίει Θεὸς διὰ φωνῆς 6 Ἱερεμίου λέγων πρός τινα τῶν ἐν Σαμαρείᾳ βεβασιλευκότων
κότων “Ὠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα Hier. “ῥιπιστὰ διεσταλμένα θυρίσι καὶ ἐξυλωμένα ἐν κέδρῳ 7 “καὶ κεχρισμένα ἐν μίλτῳ. μὴ βασιλεύσεις, ὅτι σὺ παρω- “ξύνθης ἐν Ἀχαὰβ τῷ πατρί σου; οὐ φάγονται καὶ “οὐ πίονται. βέλτιον ἦν σε ποιεῖν κρῖμα καὶ δικαιοσύνην “καλήν.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.