1 μένοι κατὰ τῶν ἑαλωκότων, ταῦτα τῷ ἰδίῳ προσώπῳ προσάπτει Θεὸς, οὐχ ὡς αὐτὸς ὢν τῶν οὕτως ἐκτόπων ἐργάτης, ὡς ἐφιεὶς δὲ μᾶλλον κατὰ τῶν ἠσεβηκότων ἰέναι τὰ ἐξ ὀργῆς ἐν δίκῃ. καὶ γάρ ἐστιν ἀληθὲς, ὅπερ εἴρηκεν αἰνιγματωδῶς 2 ἐν παροιμίαις ὁ Σολομών “Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα
πτερωτοῖς αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν “ἑαυτοῖς κακά.” ἐξὸν γὰρ ὡς ἀπωτάτω καὶ ποινῆς ἰέναι καὶ δίκης, ἀνθῃρημένους μένους τῶν φαύλων τὴν ἀρετὴν, αὐτοὶ 3 κατὰ σφῶν αὐτῶν καταθήγουσι τὴν ὀργὴν, καὶ εἰς αὐτόκλητον ὄλεθρον τὰς ἑαυτῶν ἱέντες ψυχὰς, ἁλοῖεν ἂν παρά
γε τοῖς ὀρθὰ κρίνειν εἰδόσιν. ἐρευνᾶται τοιγαροῦν ἡ Ἱερου- 4 σαλὴμ μετὰ λύχνου. πεπόνθασι γάρ τι τοιοῦτον οἱ Ἰουδαῖοι παρὰ Ῥωμαίων, ὃ συνέβη παθεῖν αὐτοὺς ἁλόντων τῶν Ιεροσολύμων ὑπὸ Οὐεσπασιανοῦ καὶ Τίτου· ὡς γὰρ ἱστορεῖ, ὁ μυρίοις στόμασι τὰ Ἰουδαίων ἐκτραγῳδήσας
πάθη, μετὰ τὰς ἐν τοῖς πολέμοις σφαγὰς καὶ τὴν ἀναρίθμητον τῶν ἀνὰ τὴν πόλιν ἀπολωλότων πληθὺν, τοὺς ἐν τοῖς 5 σπηλαίοις καὶ τοῖς ὑπονόμοις καταπηδήσαντας, μετὰ λύχνου διερευνώμενοι καὶ εἰς φῶς ἄγοντες, ὠμῶς τε καὶ ἀνημέρως ἀπέσφαττον. ἐκδικήσειν δέ φησιν ἐπ’ αὐτοὺς ὡς καταφρονήσαντας,
φρονήσαντας ἐπὶ τὰ φυλάγματα αὐτῶν, τουτέστιν, ἢ τοὺς ἐφ’ ἑκάστῳ τῶν πρακτέων διορισθέντας νόμους, οὓς παραβαίνοντες ἐδυσσέβουν, τὸ μηδὲν εἶναι καταλογιζόμενοι τὴν ἐπ’ αὐτοῖς τήρησιν· ἤγουν ἰδικῶς φυλάγματα καλεῖ τὰ τῶν ἱερέων ἔθη. πλείστη γὰρ ὅση κατὰ τὸν νόμον ἡ ἐπιτήρησις 6
τῶν τε ἀμφίων αὐτοῖς καὶ σχημάτων ἱεροπρεπῶν καὶ μέντοι καὶ θυσιῶν. οὐ γὰρ καθ’ ἕνα τρόπον προσεκόμιζον τῷ θυσιαστηρίῳ τὰ θύματα. καὶ ἀναμάθοι τις ἂν τὴν ἔν γε τούτοις διαφορὰν τοῖς Μωυσαϊκοῖς περιτυχὼν συγγράμμασιν. ἀλλ’ οὐδεὶς αὐτοῖς τῶν φυλαγμάτων ὁ λόγος, διάτοι τὸ
πρὸς τοῦτο καθικέσθαι ληρωδίας καὶ ψυχρῶν ἐννοιῶν, ὡς τάχα που καὶ οἴεσθαι καὶ τολμᾶν εἰπεῖν οὐδένα τῶν καθ’ ἡμᾶς ποιεῖσθαι λόγον τὸν τῶν ὅλων Θεόν· ἀφειδῆσαι δὲ οὕτω τῶν ἐπιγείων πραγμάτων, ὡς μήτε ἀγαθοὺς ἐπαινεῖν, 7 καὶ γέρα νέμειν αὐτοῖς τῆς ἐπιεικείας ἀντάξια· μήτε μὴν τοῖς
ἁμαρτάνουσιν ἐπιθήγεσθαι, καὶ δίκας ἐπάγειν αὐτοῖς τῶν ἀνοσίων ἐγχειρημάτων τὰς ἰσοστάθμους. τοῦτο οἶμαί ἐστι τό Οὐ μὴ ἀγαθοποιήσῃ Κύριος, οὐδ᾿ οὐ μὴ κακώσῃ. ἀπρονοησία δὴ οὖν καὶ ἕτερον οὐδὲν τὸ θρυλλούμενον. αἰσχρὸν δὲ οὕτω τὸ δόγμα καὶ κατεστυγημένον, ὡς μηδὲ αὐτοῖς τοῖς Ἑλλήνων 8 ἀρέσαι σοφοῖς. ἄθεον γὰρ ὠνόμαζον τὸν τῶν τοιούτων εἰσηγητήν· Ἐπίκουρος οὗτος ἦν, εἷς τῶν παρ’ αὐτοῖς ἐπὶ 9 σοφίᾳ διαβεβοημένων. ἔστι τοίνυν εἰπεῖν ὡς “Ἐνώπιόν “εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας “τὰς τροχιὰς αὐτοῦ σκοπεύει.” καὶ γερῶν μὲν ἀξιοῖ τοὺς
τῆς ἀρετῆς ἐργάτας· κατεστυγημένον δὲ σφόδρα ποιεῖται 10 τον ἀλιτήριον, καὶ ἀποδίδωσιν ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ, κατὰ τὸ γεγραμμένον. δεῖ δὴ οὖν ἄρα τροχιὰς μὲν ἡμᾶς διαθεῖν ὀρθὰς, καὶ τὴν ἁνδάνουσαν τῷ πάντων Δεσπότη Θεῷ ποιεῖσθαι τρίβον, ζῶντάς τε οὕτως ἐννόμως καὶ τὸν
πανάριστον ἀληθῶς ἐπιτηδεύοντας βίον, ἵλεώ τε καὶ εὐμενῆ 11 τὸν τῶν ὅλων ἔχειν Δεσπότην, καὶ καταπικραίνεσθαι καθ’ ἡμῶν οὐκ ἐᾶν παραιτουμένους τὸ φαῦλον καὶ ταῖς μεταγνώσεσιν ἐπανορθοῦν διασπεύδοντας τὰ ὕπνου τε καὶ ῥᾳθυμίας ἐγκλήματα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.