μὲν διὰ τούτων. κατολοφύρεσθαι δὲ προστέταχε τοὺς ἐν τοῖς Ἱεροσολύμοις περιλελειμμένους, καὶ διαφυγεῖν ἰσχύσαντας, ὡς ὠλοθρευμένην τὴν Ἰουδαίαν, καὶ τὴν διαβόητον παρ’ αὐτοῖς κατακεκομμένην πόλιν· διάτοι τὸ πάντα τὸν ἐν αὐτῇ λαὸν τοῖς τῶν Χαναναίων ἁμιλλᾶσθαι τρόποις, καὶ τὰ ἐκείνῶν
νῶν ἑλέσθαι ζηλοῦν, παρισοῦσθαι δὲ οὕτως εἰς πάντα αὐτοῖς, 1 ὡς τάχα που καὶ ὑπερφέρεσθαι καὶ κατόπιν ἐᾶν. ἀλλογενεῖς δὲ οἱ Χαναναῖοι, θεομισεῖς τε καὶ ἀλιτήριοι καὶ εἰδωλολάτραι, καὶ τῶν ὅτι μάλιστα διαβεβλημένων ἐφ’ ἅπασι τοῖς ἐκτοπωτάτοις. καὶ γοῦν παρά γε τοῖς ἱεροῖς γράμμασιν ὀνειδίζεταί
τις, ἀκούων “Σπέρμα Χαναὰν, καὶ οὐχὶ Ἱούδα.” ὅτι δὲ 2 ἀνόνητος ο πλοῦτος αὐτοῖς, ἔρεισμά τε σαθρὸν καὶ διερμηνεύει πάλιν, ἀπολέσθαι διαβεβαιούμενος τοὺς 3 ἐπηρμένους τῷ ἀργυρίῳ, τουτέστι, τοὺς μέγα φρονεῖν εἰω- 4 θότας ἐπὶ πλούτῳ καὶ χρήμασιν, καὶ ὑψηλὴν ἀνασπῶντας ἐπ’ αὐτῷ δὴ τούτῳ τὴν ὀφρύν. ἐπειδὴ γὰρ λημμάτων 5 αἰσχρῶν ἡττώμενοι, καὶ κεχηνότες εἰς τοῦτο, “τὸν οἶκον τοῦ “Θεοῦ αὐτῶν, καθά φησιν αὐτὸς, ἀσεβείας ἐπλήρουν καὶ “δόλου,” ταύτῃτοι δικαίως ὡς ἀδρανὲς καὶ ἀνόνητον, καὶ
6 οὐδένα σώζειν εἰδὸς τὸ πλουτεῖν ἐξελέγχεται. “Αἱρετὸν οὖν “ὄνομα καλὸν ἢ πλοῦτος πολὺς,” κατὰ τὸ γεγραμμένον· “οὐ 7 “γὰρ ὠφελήσουσι θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύσεται 8 “ἐκ θανάτου,” καὶ “Κρείσσων ἀληθῶς μικρὰ μερὶς μετὰ “φόβου Θεοῦ, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.