πίπτοντάς τε καὶ ὄλλυ μένους καί σφισιν αὐτοῖς ἐποιμώζοντας ἐπιδεικνύει τινὰς, ἵνα τῷ μεγέθει τῶν ἐσομένων κακῶν ἡττώμενοι, μεταφοιτᾶν ἕλοιντο πρὸς τὸ ἐπείγεσθαι δρᾶν τὰ 1 ἀμείνω καὶ πρεπωδεστέρα, οὕτω τε λοιπὸν ἔξω φέροιντο τῆς ὀργῆς. ἀγαθὸς γὰρ ὁ Δημιουργὸς, καὶ οὐ θέλει “τὸν θάνατον 2
“τοῦ ἀποθνήσκοντος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ “αὐτοῦ τῆς πονηρᾶς, καὶ ζῆν αὐτὸν,” κατὰ τὴν τοῦ προφήτου 3 φωνὴν Ἰεζεκιήλ. κατ’ ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ φησιν ἀπὸ μιᾶς μὲν πύλης τῶν ἀποκεντούντων, τουτέστι, τῶν ἀποσφαττόντων τοὺς παρεμπίπτοντας, ὄντας, δεινή τις ἔσται καὶ ἀμειδὴς ἀναφώνησις. ἀεὶ γάρ πὼς ἐν ταῖς ἁλισκομέναις τῶν πόλεων 4 εἰσελαύνοντες οἱ πολέμιοι φρικτόν τι καταλαλάζουσι, προκατακλῶντες
εἰς φόβον τοὺς ἐν αὐταῖς, προτροπάδην τε ὥσπερ ἀλλήλους καταθήγοντες εἰς ὠμότητα. ἀπὸ ’δε γε τῆς ἑτέρας πύλης ἔσται, φησὶν, ὀλολυγὴ καὶ δάκρυον, συνωθουμένων ἀλλήλοις τῶν ἑαλωκότων, καὶ ἑκάστου διασπεύδοντος τῆς πόλεως ἀποπηδᾶν ὡς νεὼς βεβαπτισμένης. ἔσεσθαι δὲ
καὶ συντριμμὸν μέγαν φησὶν ἀπὸ τῶν Βουνῶν, τάχα που βουνοὺς τὴν καλουμένην ἄνω πόλιν ἐν τοῖς Ἱεροσολύμοις, 5 ἤτοι τὴν Σιῶν ὀνομάζων, ἤγουν ἕτερόν τι δηλῶν. ἀεὶ γάρ πὼς ἐν ταῖς τῶν πολέμων καταδρομαῖς εἰς τὰς τῶν ὀρῶν καταφεύγουσι κορυφὰς οἱ ἔνοικοι, τὴν τῶν τόπων δυσχωρίαν
πρὸς ἐμποδὼν ἔσεσθαι τοῖς ἐχθροῖς ἡγούμενοι, καὶ τὰς τῶν διωκόντων αὐτοὺς ἀνακόψειν ὁρμάς. καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς προσπεφώνηκε ποτε τοῖς Ἰουδαίων 6 δήμοις “Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν “Ἱερουσαλὴμ, τότε οἱ ἐν τῆ Ἰουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ
ὄρη.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.