κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν, ἐνδύμασι δὲ ἀλλοτρίοις ἠμφιεσμένοι, δρᾶν ἀπετόλμων τὰ ἱερά. ἀπόδειξις δὲ καὶ τοῦτό ἐστι καταφρονήσεως τῆς ἐσχάτης καὶ τοῦ μηδενὸς ἀξιοῦσθαι λόγου παρ’ αὐτοῖς τὸν νόμον. εἶτα πῶς ἦν ἐν- 2 νοεῖν ἐν φροντίδι γενέσθαι τοῖς ἄλλοις τοῦ νόμου τὴν τήρησιν,
εἰ μηδεὶς αὐτοῦ τοῖς ἡγουμένοις ὁ λογος; φησιν Ἐκδικήσω ἐμφανῶς ἐπὶ τὰ πρόπυλα· καὶ ὃ βούλεται δηλοῦν, ἔστι τοιοῦτον. πλημμελοῦντα πλειστάκις τὸν Ισραὴλ, καὶ τοῖς διὰ τῶν προφητῶν οὐκ εἴκοντα λόγοις, ἐκάλει πρὸς μετάγνωσιν, ταῖς ἔξωθεν λύπαις ἐπανορθῶν ὡς πατὴρ,
ἁπτόμενος δὲ καὶ τῶν σωμάτων αὐτῶν ἔσθ᾿ ὅτε· οἷόν τι 3 φημὶ, ἐπάταξεν ἐν ἀνεμοφθορίᾳ τοὺς ἐν ἀγρῷ καρποὺς, ἣ βροῦχον ἔσθ’ ὅτε καὶ ἀκρίδα καθιεὶς, ἢ κάμπην ἐπισωρεύσας, 4 ἢ τὴν κάλου μένην ἐρυσίβην· λελύπηκε δὲ καὶ “ἐν “καὶ ἐν ἰκτέρῳ,” κατὰ τὴν τοῦ προφήτου φωνήν. ταῦτα κατὰ
καιροὺς ἐπιφέρων, οἷον ἔπληττε λεληθότως· νυνὶ δὲ, φησὶν, ἐκδικήσω ἐμφανῶς ἐπὶ τὰ πρόπυλα, τουτέστιν, οὐ λεληθότως ἐποίσω τὰ ἐξ ὀργῆς, οὐ βροῦχος ἔσται καὶ ἐρυσίβη τὰ καθ’ ὑμῶν, οὐκ ἀρρωστία σωματική· ἀλλὰ γυμνῶς ἀποστίλβον τῶν πολεμίων τὸ ξίφος, καὶ τοῖς εἰς ἐμὲ δεδυσσεβηκόσιν
ἀπειλοῦν τὸν ὄλεθρον, καὶ εἰς αὐτὰ τοῦ ναοῦ τὰ πρόπυλα 5 καταφθεῖρον ὠμῶς τοὺς πληροῦντας τὸν οἰκον τοῦ Θεου αὐτων ἀσεβείας καὶ δόλου. τίς οὖν ἡ ἀσέβεια; τίς δὲ καὶ ὁ ἕτερος ἡμῖν προφήτης σαφηνιεῖ λέγων περὶ τῆς Ἱερουσαλήμ 6 “Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον καὶ οἱ προφῆται
7 “αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο·” καὶ μὴν καὶ ὁ σοφὸς Ησαΐας ἀποτείνεταί που πρὸς αὐτὴν καί φησιν “Οἱ ἄρ- 8 “χοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, “διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίτες, καὶ κρίσει
“χήρας οὐ προσέχοντες.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.