ἐστι· τὸν τῶν ὅλων Θεὸν, καὶ τὰς τοῦ βίου τροχιὰς ἐπ- 1 ἀνορθοῦν ἐπείγεσθαι, καὶ ἀμελλητὶ μετατρέπειν πρὸς τὸ αὐτῷ φίλον καὶ δοκοῦν. δεῖν δέ φησιν ὁρᾶσθαι τοιούτους απὸ προσώπου κυροῦ, κατά γε τὸ εἰρημένον διὰ φωνῆς Ἡσαΐου 2 “Λούσασθε, Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ
“τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε 3 “ἀπὸ τῶν πονηριῶν ὑμῶν.” ταὐτὸν γὰρ οὔτι που τὸ πονηρίαν ἀφελεῖν ἐξ ὀφθαλμῶν ἀνθρωπίνων καὶ ἀπέναντι τοῦ προσώπου τοῦ Θεοῦ, πλείστη δὲ ὅση τῶν πραγμάτων ἐστὶν ἢ διαφορά. πονηρὸς γὰρ ἐσθ’ ὅτε καὶ οὐκ ἀγαθὸς τοὺς
τρόπους ἀνὴρ, εὐλαβείας δόκησιν ὑποτρέχει καὶ χρηστότητος 4 ὄνομα περιπλάττεται, καίτοι τοῦτο κατ’ ἀλήθειαν οὐκ ὤν· καὶ γοῦν ὁ Χριστός “Προσέχετε, φησὶν, ἀπὸ τῶν ἐρχομένων 5 “πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι “ἅρπαγες.” ὁ τοιοῦτος εὐλαβὴς ἐν ὀφθαλμοῖς ἀνθρώπων,
καὶ οὐχὶ δὴ πάντως ἐν ὄψει Θεοῦ· ὁ δὲ ἀκάκουργος ἀληθῶς ἀπέναντι τοῦ προσώπου τοῦ Θεοῦ, καὶ οὐχὶ μόνον τὴν ἐξωφανῆ χρηστότητα καὶ τὸ ἀγαθὸς εἶναι δοκεῖν ἀμφιέννυται, καρδίαν δὲ μᾶλλον ἀβέβηλον ἔχει, καὶ δὴ καὶ ὁρᾶται τοιοῦτος. ἔφη 6 γάρ που ὁ Σολομών “Ἔνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ
“ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ “σκοπεύει.” ἡμέραν δὲ ὀνομάζει Κυρίου τῆς ἁλώσεως τὸν καιρὸν, ὃν καὶ ἐγγὺς εἶναί φησιν, οὐκ ἐφιεὶς τοῖς ἀμελεστέροις ἐκεῖνό που τάχα διενθυμεῖσθαι καὶ φρονεῖν παρά γε σφίσιν αὐτοῖς, ὡς μακρά τις ἔσται τῶν ἔσεσθαι προεπηγγελμένων
γελμένων ἡ ἀνάβλησις, καὶ ὑπερτρέχουσι τὸ παθεῖν εἰς τὸ τῆς οἰκείας ζωῆς καταντήσαντες τέλος. ἔθος γὰρ ἦν Ἰουδαίοις ἐν ταῖς προρρήσεσι τῶν ὅτι μάλιστα σκυθρωπῶν τοιάδε τινὰ φρονεῖν τε καὶ λέγειν. καὶ γοῦν ἔφη που Θεὸς πρὸς τὸν 7 μακάριον προφήτην Ἰεζεχιήλ “Υἱὲ ἀνθρώπου, ἰδοὺ ὁ οἶκος 8
“Ἰσραὴλ ὁ παραπικραίνων, λέγοντες λέγουσιν Ἡ ὅρασις “ἣν οὗτος ὁρᾷ εἰς ἡμέρας πολλὰς, καὶ εἰς καιροὺς “οὗτος προφητεύει. διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς τάδε “λέγει Ἀδωναῒ κύριος Οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες 9 “λόγοι μου, οὓς ἂν λαλήσω· ὅτι λαλήσω λόγον καὶ “ποιήσω, λέγει Ἀδωναῒ Κύριος.” τοῦτο καὶ νῦν, ὥς οἶμαι, φησὶν, ἠγγικέναι διαβεβαιούμενος τὴν ἡμέραν Κυρίου 10 καὶ ἡτοιμᾶσθαι μὲν τὴν θυσίαν αὐτοῦ, ἡγιᾶσθαι δὲ τοὺς κλητούς. καὶ θυσίαν μὲν ὀνομάζει τὴν κατὰ βούλησιν αὐτοῦ
πραχθησομένην σφαγὴν τῶν ἠσεβηκότων· κλητοὺς γεμὴν τοὺς Χαλδαίους, οὓς καὶ ἡγιᾶσθαί φησιν, οὐχ ὡς ἁγίους γεγενημένους, ὡς ὁρισθέντας δὲ μᾶλλον καὶ κεκλημένους παρὰ Θεοῦ πρὸς τὸ ἐμπρῆσαι τὴν Ἰουδαίαν, καὶ φειδοῦς ἁπάσης ἐξῃρημένης ὀλοθρεῦσαι τοὺς ἐν αὐτῇ. τοιοῦτόν τι
φησὶ καὶ ἑτέρωθι τὸ γράμμα τὸ ἱερόν. κέκληντο μὲν γὰρ 11 κατὰ τῆς Νινευὶ Πέρσαι τε καὶ Μῆδοι καὶ οἱ Κύρῳ συνησπικότες. ἔφη δὲ καὶ περὶ αὐτῶν ὁ τῶν ὅλων Θεός 12 “Ἡγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτούς· γίγαντες ἔρχονται “πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες.”
οὐκοῦν ὁ ἁγιασμὸς ἐν τούτοις οὐ φαυλότητος ἀπόθεσιν, οὔτε μὴν Πνεύματος Ἁγίου μέθεξιν κατασημήνειεν ἄν, ἀλλ’ οἱονεὶ τὸ πρὸς ἐκπλήρωσιν τοιοῦδε τινος πράγματος προωρίσθαι τε καὶ ἐκνενεμῆσθαί τινας.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.