περιυβρίσαντες καὶ ἀπεκτονότες, τελευταῖον ἐπ’ αὐτοῖς διε- χειρίσαντο τὸν υἱόν. εἶτα τί φησι τῆς παραβολῆς ὁ λόγος; “Ὁ δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα 1 “ αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν 2 “ ἐνέπρησεν.” ἔσται δὴ οὖν ἐν ἴσῳ φησὶ τοῖς ἐν ήμέρᾳ παρατάξεως
ἀντανισταμένοις γεννικῶς, καὶ δαπανῶσιν ἐχθρούς. ἀπόδειξις δὲ τοῦτο τῆς εἰς λῆξιν ὀργῆς καὶ κινημάτων τῶν ἀνωτάτω, καὶ ἰσοπαλῆ τὴν δίκην ἐπάγοντος τοῖς εἰς αὐτὸν πεπαρῳνηκόσιν. ἀπεκτόνασι γὰρ, ὡς ἔην, τὸν ἀρχηγὸν 3 τῆς ζωῆς. ἐπειδὴ δὲ τὰ πέρα λόγου καὶ θαύματος πρέποι ἂν
αὐτῇ καὶ μόνῃ δύνασθαι κατορθοῦν τῇ τῶν ὅλων βασιλίδι φύσει, ταύτῃτοί φησιν ὡς στήσονται μὲν οἱ πόδες αὐτοῦ, δῆλον δὲ ὅτι Χριστοῦ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν· τὸ 4 δὲ ῥήξεις ὑπομενεῖ τέσσαρας, δύο μὲν, εἰς ἕω τε καὶ εἰς ἑσπέραν, ἤγουν εἰς θάλασσαν· οὕτω γὰρ τὸν τῆς ἐσπέρας
τόπον ἀποκαλεῖν ἔθος τῇ θεοπνεύστῳ γραφῆ· τὰ γεμὴν ἕτερα δύο κατανεύοντά πὼς, τὸ μὲν εἰς ἄρκτον καὶ βοῤῥᾶν, τὸ δὲ εἰς κλίμα τὸ νότιον. καταρραγήσεσθαι δὲ καὶ αὐτὰς ἔφη τὰς κορυφὰς, ὡς τὰς μεταξὺ πληρῶσαι φάραγγας, ἀδοκήτως κατασεσεισμένας ἕως Ἀσαήλ· κώμη δὲ αὕτη πρὸς
ἐσχατιαῖς, ὡς λόγος, τοῦ ὄρους κειμένη.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.