βιβάσθησαν δὲ καὶ διὰ θαλάσσης αὐτῆς, κατεδηδόκασί τε τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, καὶ ὕδωρ ἐκ πέτρας ἀδοκήτως ἐκκομισθὲν ἐν τῇ ἐρήμῳ πεπόκασι. τί οὖν οἱ τάλανες ; μεμοσχοποιήκασιν ἀπόντος Μωυσέως, καὶ ὡς ὁ προφήτης φησὶν, ἀνέλαβον “ τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον 3
“ του θεου αυτων Ρεφαν, τοὺς τύπους οὑς πεποιήκασι 4 προσκυνεῖν αὐτοῖς. ἀλλ’ ἐκεῖνοι μὲν διολώλασι πέπτωκε ν. γὰρ τὰ κῶλα αὐτῶν ἐν τῆ ἐρήμῳ, καθὰ γέγραπται. ἐπειδὴ δὲ διεβιβάσθησαν τὸν Ἰορδάνην οἱ μετ’ αὐτοὺς, στρατηγοῦντος Ἰησοῦ, πάλιν τοῦ χρόνου προβαίνοντος, γεγονότες
ὑπὸ κριτὰς, λελατρεύκασι τοῖς εἰδώλοις· ἀλλὰ καὶ ἐν καιροῖς τῶν ἁγίων προφητῶν τεθύκασι ταῖς δαμάλεσι ταῖς χρυσαῖς, ἃς πεποίηκεν αὐτοῖς ὁ ἐπάρατος Ἱεροβοὰμ, καὶ πρὸς ταύταις ἔτι τεμένη τε καὶ βωμοὺς ἀνιστάντες, οὐδὲν ἧττον προσκεκυνήκασι τῆ Βάαλ, τῷ Χαμὼς, τῆ Ἀστάρτῃ, τῷ Βεελφεγώρ. 5
καὶ τὸ ἔτι τούτων ἐπέκεινα τῶν κακῶν· οὐ γὰρ δὴ τὴν ἀγελαίαν καὶ συρφετώδη πληθὺν μόνην ἐν τούτοις γεγενῆσθαί φαμεν· ἀλλὰ γὰρ καὶ ἐξ αὐτῶν τῶν ἱερέων ἐκκεκλικότας πολλοὺς εὑρήσομεν. τοιγάρτοι καὶ ἔφασκε διὰ τοῦ προφήτου Θεός “ Οἱ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστι κύριος ; καὶ 6
οἱ ἀντεχόμενοι τοῦ νόμου μου οὐκ ἠπίσταντό με, καὶ οἱ ποι- “ μένες ἠσέβουν εἰς ἐμὲ, καὶ οἱ προφῆται προεφήτευον τῇ 7 “ Βάαλ, καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν.” τεθέαται δὲ καὶ ὁ προφήτης Ἱεζεκιὴλ “ ὡς εἴκοσι καὶ πέντε ἄνδρας ἐκ τῶν 8 viii.
9 “ πρεσβυτέρων Ἰσραὴλ, τὰ ὀπίσθια μόνα ἔχοντας πρὸς τὸν “ ναὸν κυρίου καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, προσ- “ κυνοῦντάς τε καὶ κατὰ ἀνατολὰς τῷ ἡλίῳ. καὶ πλεῖστα μὲν ἐν τούτοις ἐπισωρεύειν ἕτερα χαλεπὸν οὐδέν· ἀρκέσειν δὲ οἶμαι καὶ ταῦτα πρὸς ἔλεγχον τῆς ἐνούσης αὐτοῖς ἀφιλομαθίας.
οὐκοῦν σεσάλευτο μὲν τῶν ἀρχαιοτέρων ὁ νοῦς, καὶ 10 ἦν εὐπαράφορος κομιδῇ. τοιγάρτοι καὶ περὶ αὐτῶν ἔφη Θεός 11 “ Ἠγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο, καὶ ὁ “ Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς. παρεκομίζοντο γὰρ εὐκόλως εἰς ἐκτόπους εἰδωλολατρείας καὶ, γεγονότες ἐξ αἵματος
Ἰσραὴλ, τοὺς ἀλλογενεῖς Χαναναίους ζηλοῦν ἐσπούδαζον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.