δὲ ὅτι τοῖς θείοις ἱερουργοῖς, καὶ παρ’ αὐτῷ δὲ τῷ Ιούδᾳ, τουτέστι πάλιν τοῖς τὴν ἐν πνεύματι λαχοῦσι περιτομήν. 1 εἶεν δ’ ἃν οὗτοι πάλιν οἱ πεπιστευκότες. παρ’ οὐδενὸς γὰρ ὅλως εἰς κοινὴν λαμβάνεται χρείαν τοῦ ἁγίου θυσιαστηρίου τὰ σκεύη, ἁλλ’ ἔστιν, ὡς ἔφην, ἅγια καὶ εἰς δόξαν Θεοῦ
τετηρημένα, καὶ μόναις ταῖς χρείαις ὑπηρετεῖν εἰωθότα τῆς ἁγίας τραπέζης, δι’ αὐτῶν τε καὶ ἐν αὐτοῖς αἱ τῶν πρόσ’. ἀγόντων τελοῦνται θυσίαι, οὐχ ἑκάστου φέροντος ἴδιον σκεῦος· ἁπάντων δὲ μόνοις τοῖς ἱεροῖς κεχρημένων. πᾶς γὰρ λέβης ἅγιος ἔσται φησὶ τῷ Κυρ́ῳ. οὐκοῦν διαλέγεται μὲν ὁ
Προφήτης ὡς ἐπὶ θυσιῶν ἔτι τῶν κατὰ τὸν νόμον, λέβητάς 2 τε καὶ ἕψησιν καὶ τοὺς θυσιάζοντας ὀνομάζει, νοήσομεν δὲ πρεπόντως ἡμεῖς τοῖς διὰ Χριστοῦ καιροῖς καὶ τῇ παρ’ ἡμῶν ἐν Πνεύματι τελουμένῃ λατρείᾳ. οἰκονομικῶς δέ φαμεν ἀσυμφανῆ γενέσθαι, καὶ οὐ πᾶσιν ἁπλῶς ἐκκείμενον τῶν
3 ἁγίων προφητῶν τὸν λόγον, ἵνα μὴ βάλληται πρὸς αὐτῶν τὰ ἅγια τοῖς κυσὶ, μήτε μὴν τοῖς βεβήλοις καὶ βδελυρωτάτοις ὁ μόνοις πρέπων ἁγίοις ἐκκαλύπτοιτο λόγος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.