ἱέρων ἐκκομίζοιντο χώρων τὰ ἡγιασμένα. ἐπειδὴ ’δε τῶν Num. ἀρχαίων ἐκείνων ἐθῶν ἀποπεπαυμένων, εἰς ἕτερον ἥμιν λατρείας
τρόπον μετακεχώρηκε τὰ μυστήρια, καὶ μηλοσφαγίαις μὲν οὐκέτι καὶ λιβανωτοῖς, θυσίαις δὲ μᾶλλον ταῖς ἀναι- μάκτοις τὸν τῶν ὅλων καταγεραίρειν Θεὸν οἱ διὰ πίστεως
δεδιδάγμεθα, καὶ αὐτὸν νοητῶς ἱερουργοῦμεν ἐν ἐκκλησίαις τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, ἀντὶ τῶν λεβήτων ἑτέροις 3 κεχρήμεθα σκεύεσιν ἱεροῖς, ἃς δὴ καὶ φιάλας ἐνθάδε φησὶν ὁ Προφήτης. σκεύη δὲ ταυτὶ τοῖς πίνουσι χρειωδέστατα. καὶ συνήσει πάντως ὁ σοφὸς ἀκροατὴς τοῦ σημαινομένου τὴν
δύναμιν, κἂν εἰ ἀμυδρότερόν πὼς ἢ χρῆν ὁ παρ’ ἡμῶν πε- ποίηται λόγος, διά τοι τὸ δεῖν περιεσταλμένως ποιεῖσθαι τὴν τῶν κεκρυμμένων ἀφήγησιν. οὐκοῦν τότε μὲν ἦσαν οἱ λέβητες, νυνὶ δὲ φιάλαι πρὸ προσώπου τοῦ θυσιαστηρίου.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.