εἰς μέθεξιν τοῖς ἑλεῖν ἐθέλουσι τῆς ἄνωθεν ἡμερό- τητος, καὶ μὴν καὶ ἀποφορτίσασθαι τὴν ἁμαρτίαν, ταῖς ἑαυτῶν ἐντεθνήκασι πλάναις, καὶ ἀναπόνιπτον ἐσχήκασι τήν τε ἐκ τοῦ πλανᾶσθαι κηλῖδα καὶ τῆς πλημμελείας τὸν μολυσμὸν, διατετελέκασι δὲ καὶ ἐν πλάνῃ· καίτοι τοῦ θείου
φωτὸς τὰ πάντα περιαστράπτοντος , καὶ καλοῦντος εἰς ἀνά- βλεψιν τοὺς ἐν ἀχλύι· καὶ σκότῳ. φαίην δ’ ἃν καὶ περὶ 3 ἑκάστου τῶν τοιούτων “ Ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ “ ὅτι ἐν ματαιότητι ἦλθε, καὶ ἐν σκότει πορεύεται, καὶ 4 “ σκότει ὄνομα αὐτοῦ κατακαλυφθήσεται.” καλὸν γὰρ
“ αὐτοῖς εἰ μὴ ἐγεννήθησαν,” κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. ὅτι δὲ οὐ κατὰ μόνον τῶν Αἰγυπτίων ὁ λόγος, ἥξει δὲ καὶ κατὰ πάντων τῶν ἐθνῶν, ἃ πάντη τε καὶ πάντως κολασθή- σονται, τῆς διὰ Χριστοῦ σωτηρίας ἠφειδηκότα, καὶ τὴν ἐπ’ αὐτῷ πανήγυριν οὐ τετιμηκότα, πιστώσεται λέγων Αὕτη
5 εσται η αματια Αἰγύπτου καὶ η αμαρτια πάντων τῶν ἐθνῶν ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἐπιδημίας τάχα πὼς ἦν ἔτι καὶ ἀπὸ μέρους εὐάφορμος τῶν ἐθνῶν ἡ παραίτησις, παρ’ οὐδενὸς κεκλῆσθαι λεγόντων· διεκήρυξε γὰρ αὐτοῖς οὐδείς.
τοιγάρτοι καὶ ὁ Σωτῆρ’ ἐν εὐαγγελικαῖς ἡμῖν παραβολαῖς αὐτὸ τοῦτο καταδεικνύων, τοὺς ἐργάτας ἔφη τοὺς περὶ τὴν 6 ἑνδεκάτην κεκλημένους εἰπεῖν τό “ O ὐδεὶς ἡμᾶς ἐμισθώσατο.” 7 ἐπειδὴ δὲ λοιπὸν ἐπέλαμψεν ὁ Κριστὸς, ἕδησε τὸν ἰσχυρὸν, ἐξείλετο τῆς ἐκείνου δυστροπίας τοὺς ὑπ’ αὐτῷ κειμένους, δεδικαίωκε τῆ πίστει τοὺς προσιόντας αὐτῷ, τέθεικε τὴν
ἑαυτοῦ ψυχὴν ὑπὲρ τῆς ἁπάντων ζωῆς, οὐδένα λοιπὸν ἀποχρώντως πρὸς παραίτησιν εὑρήσουσι λόγον, οἱ τὴν οὕτω σεπτὴν οὐ προσηκάμενοι χάριν. ἀληθεύσει δὴ οὖν καὶ περὶ αὐτῶν εἰ λέγοι τῶν ἐθνῶν ὁ Χριστός “ Εἰ μὴ ἦλθον καὶ 8 “ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νυνὶ δὲ πρόφασιν οὐκ 9
“ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.