τε καὶ πάντως ὑπομενοῦσι κατὰ καιροὺς οἱ τῆς ἁγίας πόλεως κατεστρατευκότες γεγονότες τε διωκταὶ καὶ ὑβρισταὶ, βδεκαὶ 1 2 λυροὶ καὶ φιλεγκλήμονες, καὶ λαλοῦντες ἀδικίαν κατὰ Θεοῦ, ἐπαίροντές τε καὶ εἰς ὕψος τὸ κέρας, κατὰ τὴν τοῦ ψάλλοντος 3 φωνὴν, ἐπάγει χρησίμως ὅτι Αὕτη ἕσται ἡ πτῶσις τῶν ἵππων καὶ τῶν ἡμόνων καὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ πάντων τῶν κτηνῶν. ἀπὸ δέ γε τῶν ὑποζυγίων τοὺς αὐτοῖς ἐποχουμένους
ὑποδηλοῖ. ἐπεφύοντο γὰρ τοῖς Ἰουδαίοις καὶ αὐτοῖς δὲ τοῖς Ιεροσολύμοις οἱ ἀπωτάτω τε καὶ τὰ περίοικα τῶν ἐθνῶν· οἱ μὲν ἵπποις ἔποχοι, Βαβυλώνιοί τε καὶ Σύροι καὶ μὴν καὶ τὰ Αἰγυπτίων ἕθνη· οἱ δὲ καμήλους τε καὶ ὄνους καὶ ὀρεῖς ὑπο- ζεύξαντες, οἷον Μωαβῖται, καὶ οἱ τῆς ἐρήμου νομάδες, ὧν καὶ
4 ὁ προφήτης Ἡσαΐας διαμέμνηται λέγων “Ἐν θλίψει καὶ 5 “τῇ στενοχωρίᾳ λέων καὶ σκύμνος λέοντος, ἐκεῖθεν καὶ “ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπ’ ὄνων “ καὶ καμήλων τὸν πλοῦτον αὐτῶν. τεθεᾶσθαι δὲ καὶ ἑτέρωθί φησιν “ ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου.” γράφει
δὴ οὖν τοὺς τῆς ἀληθείας ἐχθροὺς ὡς ἐν τύπῳ τοῖς ἔθνεσι, τοῖς ἀεὶ πεπολεμηκόσι τὴν ἐπίγειον Ἱερουσαλὴμ, ἵν’ ἐξ αὐτῶν νοῶμεν τοὺς καθ’ ἡμῶν ὁρατούς τε καὶ ἀοράτους 6 ἐχθροὺς, πρὸς οὓς ἡμῖν ἡ μάχη. εἰ δὲ δὴ βούλοιτό τις καὶ εἰς τρόπους ἀναφέρειν τῶν τῆς Ἐκκλησίας ἐχθρῶν τὰ τῶν
κτηνῶν ἰδιώματα, τὸ ἀδικοῦν οὐδὲν ἐκεῖνο φάναι τε καὶ νοεῖν· ὡς οἱ μὲν γεγόνασιν ὁρμητίαι καὶ θρασεῖς, ὡς ἵπποι τυχόν· περιθείη δ’ ἄν τις αὐτοῖς καὶ μάλα εἰκότως τὸ φιλήδονόν τε καὶ θῆλυ θηλυμανές· οἱ δὲ ἡμιόνων δίκην ἄγριοί τε καὶ ἀπηνεῖς, ἀγριωτέρας δὲ αὐτὰς καὶ τοῖς Ἑλλήνων ποιηταῖς ὀνομάζειν
ἔθος· οἱ δὲ καμὴλοις κατά γε τὴν ἕξιν προσεοικότες, τουτέστιν ἄνισοί τε καὶ ἀλαζόνες, ὑψοῦ τε ἠρμένην ἐξ ἀποπληξίας 7 τὴν διάνοιαν ἔχοντες· οἱ δὲ καὶ ὄνων διενεγκόντες 8 οὐδὲν, τὴν ἁπασῶν ἐσχάτην νενοσήκασιν ἀλογίαν· νωθὴς γὰρ ἡ ὄνος καὶ βραδεῖα πρὸς αἴσθησιν, καὶ τῆς ἐσχάτης ἀλογίας εἰκών. σημειωτέον δὲ, ὅτι τοὺς τῇ Ἐκκλησίᾳ πεπολεμηκότας οὐδενὶ μὲν ἐξομοιοῖ τῶν ἡμέρων τε καὶ καθαρῶν
ζῴων, οἷον προβάτῳ φημὶ καὶ βοὶ, παρεικάζει δὲ μᾶλλον τοῖς βδελυροῖς τε καὶ ἀνημέροις, ἃ καὶ ταῖς τοῦ νόμου φωναῖς, ὡς βέβηλά τε καὶ ἀκάθαρτα κατεδικάζοντο.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.