θάλασσαν μὲν γὰρ ὀνομάζει πρώτην, τὴν πρὸς ἠῶ τάχα που κειμένην, τὴν ἐπέκεινά φημι τερμάτων τῆς ὅλης γῆς· ἐσχάτην γεμὴν, τὴν πρὸς αὐταῖς ταῖς τῆς ἑσπέρας ἐσχατιαῖς πρόσωπον γὰρ οἱονεί πὼς καὶ ἀρχὴν ὁρίζεται τῆς οἰκουμένης τὴν ἀνατολήν. θέρος δὲ οἶμαί που τὰ θερμὰ
καὶ νότια τῆς οἰκουμένης ἀποκαλεῖ μέρη, ἕαρ δὲ αὖ πάλιν τὰ βόρειά τε καὶ ψυχρά. οὕτω γὰρ καὶ ὁ θεσπέσιος Δαυεὶδ τὰ 1 τέσσαρα τῆς ὑπ᾿ οὐρανὸν κλίματα σημάναι θέλων, ἀνεφώνει πρὸς Θεόν “ Θέρος καὶ ἔαρ σὺ ἐποίησας αὐτά” καὶ πάλιν 2 “ Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἕκτισας.” ἐξελεύσεται δὴ οὖν, φησὶ, τὸ ὕδωρ τὸ ζῶν ἐν ἰσότητι καὶ ἰσομοιρούσῃ
χάριτι εἵς τε τὴν θάλασσαν τὴν πρώτην, καὶ μέντοι καὶ εἰς τὴν ἐσχάτην, τουτέστιν εἰς ἕω τε καὶ δύσιν, καὶ ἐν θέρει καὶ ἐν ἔαρι, τουτέστι πάλιν, εἰς τὸν νότον τε καὶ εἰς βορρᾶν. ἐμπλησθήσεται γὰρ ἡ ὑπ᾿ οὐρανὸν τῶν διὰ Χριστοῦ χαρισμάτων, ἐναπομενεῖ δὲ πάντως τοῖς λαβοῦσιν ἡ δωρεά. τότε δὴ τότε
Καὶ ἔσται Κύριος εἰς βασιλεα ἐπὶ πασαν τὴν γῆν. ὐπ᾿ αὐτῷ γὰρ ἐσόμεθα μόνῳ, καὶ αὐτὸς κατάρξει τῶν ὅλων κατηργημένων 3 εἰς ἅπαν τῶν κοσμοκρατόρων τοῦ αἰῶνος τούτου, καὶ 4 ἁπάσης ἀρχῆς πονηρᾶς τεθριαμβευμένης, καὶ τῆς καθ᾿ ἡμῶν πλεονεξίας ἐκβεβλημένων αὐτοῦ τε τοῦ σαταυᾶ καὶ τῶν σὺν
αὐτῷ δυνάμεων πονηρῶν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.