γε σοφώτατος ἡμῖν Ματθαῖος ἐπιτεμνόμενος τὴν ἀφήγησιν 1 οὕτω φησίν “Ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ “ἀφῆκε τὸ πνεῦμα. καὶ ἴδου τὸ καταπέτασμα του 2 “ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη, “ καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ τὰ μνημεῖα ἠνεῴχθησαν,
“ καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν.” ἐπειδὴ δὲ χρὴ τοῖς γεγονόσι πιθανὸν ἐφαρμόσαι λόγον, ἔοικεν ὑποδηλοῦν τὸ καταρρήγνυσθαι μὲν τὰς πέτρας, ἐμφράττεσθαι δὲ τὰς φάραγγας τήν τε τῶν Ἰουδαίων πώρωσιν, καὶ τὴν τῶν τοῖς εἰδώλοις λελατρευκότων εἰς τὸ ἄμεινον μεταδρομήν.
οἱ μὲν γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνήσαντες, λιθίνην ὥσπερ ἐσχήκασι τὴν καρδίαν, σκληράν 3 τε καὶ ἄτεγκτον, καὶ πέτραις ἐν ἴσῳ ταῖς καρπὸν ἐχούσαις οὐδένα. ἀλλὰ τί περὶ αὐτῶν ἔφη Θεὸς διὰ φωνῆς Ἰεζεκιήλ; 4 “Καὶ ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς
“ σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην τοῦ “ εἰδέναι αὐτοὺς ἐμὲ ὅτι ἐγώ εἰμι Κύριος.” οὐκοῦν ἐσχίσθησαν αἱ τῶν πλανωμένων καρδίαι, Θεοῦ διαπτύσσοντος, ἵνα τὸν τοῦ σωτηρίου κηρύγματος παραδέξοιντο λόγον. καί 5 τι τοιοῦτον ὑποδηλοῖ διὰ φωνῆς θερμίου λέγων “Οὐχ οἱ 6 “ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει κύριος καὶ ὡς πέλυξ “ κόπτων πέτραν ” Σῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ 7 “ ἐνεργὴς καὶ τομώτατος καὶ διικνούμενος μέχρι μερισμοῦ 8
“ ψυχῆς καὶ πνεύματος.’’ οὐκοῦν, ὡς ἔφην, τῆς εἰς τὸ ἄμεινον μεταδρομῆς τῶν πεπλανημένων σημεῖον ἂν γένοιτο, καὶ μάλα σαφὲς, τὸ διερρῆχθαι τὰς πέτρας. τὸ γεμὴν έμπεφράχθαι τὰς φάραγγας, τὴν τῶν Ἰουδαίων πώρωσιν, ὡς ἔφην, ὑποδηλοῖ. ἔφη γάρ τι τοιοῦτον καὶ ὁ θεσπέσιος
Ἠσαίας “ Καὶ ἔσται ἐν τῆ ἡμέρᾳ ἐκείνη συμφράξει κύριος 9 “ ἀπὸ τῆς διώρυχος τοῦ ποταμοῦ ἕως ῥινοκουρούρων,” τουτέστιν, ἐμφραχθήσεται τῶν ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν ὁ νοῦς, “ ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ ἀκούσωσι, 10 “ μηδὲ συνιῶσι.’’ “κάλυμμα γὰρ ἐπὶ τὴν καρδίαν αὐτῶν
“ κεῖται, καθὰ γέγραπται, ἐπὶ τῆ ἀναγνώσει τῆς παλαιᾶς “ διαθήκης.’’ τὸ δέ γε σεισθῆναι τὴν γῆν, ὑπεμφήνειεν ἂν, οἶμαί που, τὴν ἐξ ἑτέρου τινὸς πράγματος εἰς ἕτερόν τι μετάστασιν. καὶ γοῦν ὁ θεσπέσιος Δαυεὶδ ἀνακεκράγει λέγων “Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σαλευθήτω ἡ γῆ.” 11
καὶ οὔτι που φαμὲν ὡς καταδονεῖσθαι σωματικῶς τε καὶ αἰσθητῶς παρακαλεῖ τὴν ὑπ’ οὐρανόν· εὔηθές γὰρ τὸ χρῆμα, καὶ οὐδεμίαν ἡμῖν ἐμποιοῦν τὴν ὄνησιν· ἐκεῖνο δὲ μᾶλλον 12 ἠξίου ὁ πνευματοφόρος, οἷον μεθίστασθαι τὴν γῆν ἐκ τοῦ λατρεύειν εἰδώλοις ἐπὶ τὸ εἰδέναι λοιπὸν τὸν φύσει τε καὶ
ἀληθῶς ὄντα Θεὸν, ἐκ τοῦ φρονεῖν τὰ σαρκὸς ἐπὶ τὸ ζῆν ἐθέλειν πνευματικῶς, καὶ ἁπαξαπλῶς ἐκ τῶν ἐπιγείων εἰς τὰ ἐπουράνια. εἰ δὲ δὴ καὶ αὐτὰ τὰ τῶν κεκοιμημένων ἀνεῷχθαι 13 μνήματα λέγοι, φαμὲν ὅτι καὶ τὸν θάνατον αὐτὸν ἔδει ὁρᾶσθαι 14 νενικημένον, ἀποθανόντος Χριστοῦ σαρκὶ δι’ ἡμᾶς οἰκο- 15 νομικῶς, “ ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.