ἀνοσίοις αὐτῶν σκέμμασιν ἀβουλότατα συνδεδραμηκότας, δῆλον δὲ ὅτι τοὺς τῶν Ἰουδαίων δήμους καὶ τῶν ἀγελαίων τὴν ὑπὸ χεῖρα πληθύν. δεδαπάνηνται γὰρ τῷ πολέμῳ, καὶ διολώλασιν ὁμοῦ τοῖς κατοίκοις αἱ πόλεις καὶ αὐτοῖς ἀνδράσιν αἱ κώμαι, πανωλεθρίᾳ καταπιμπράμεναι, μόλις δὲ
σέσωσται τὸ κατάλειμμα, καὶ ὡς ἐν τρίτῃ μοίρᾳ τοῦ παντὸς νοούμενον πλήθους, ὠλόθρευται γὰρ οὐκ εἰς ἅπαν ὁ Ἰσραὴλ, 2 Θεοῦ κατοικτείροντος διὰ τοὺς πατέρας. τοῦτο καὶ αὐτὸς ὁ μακάριος Ἡσαΐας φησί “Καὶ εἰ μὴ κύριος Σαβαὼθ ἐγκατ- 3 “έλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς
“Γόμοῤῥα ἂν ὡμοιώθημεν. πλὴν τὸ τρ́τον, ἤγουν τὸ κατάλειμμα, τουτέστι, τοὺς ἐξ αἵματος Ἰσραὴλ πιστεύσαντας, διάξειν φησὶ διὰ πυρὸς, καὶ πυροῦν αὐτοὺς ὡς ἀργύριον καὶ χρυσίον. οὐ γὰρ ἔξω πόνου τῶν ἁγίων ἡ ζωή· ἀληθὲς δὲ ὅτι “Πάντες οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ 4
“διωχθήσονται.’’ δοκιμώτατοι δὲ πεφήνασιν οἱ θεσπέσιοι 5 μαθηταὶ, καὶ ὅσοι γεγόνασιν αὐτοῖς συνεργάται κατ’ ἐκεῖνο 6 7 καιροῦ, καὶ συμπεπονήκασιν ἱερουργοῦσιν εἰς τὰ ἔθνη τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. κέκληνται γὰρ εἰς πεῖραν πολλῶν θλίψεων τε καὶ διωγμῶν, καὶ μονονουχὶ πεπύρωνται, δοκιμαζόμενοι διὰ πειρασμῶν, ὡς δύνασθαι λέγειν ἐκ παρρησίας 8 “Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται
“ τὸ ἀργύριον.” τίς οὖν ἡ ἐντεῦθεν ὄνησις; ἢ ποῖος ἔσται μισθὸς τοῖς ὧδε πεπονηκόσι καὶ δεδοκιμασμένοις; οἰκεῖοι 9 γεγόνασι τοῦ Θεοῦ, γνώριμοί τε καὶ ἠγαπημένοι. κατελο- 10 γίσθησαν γὰρ εἰς “ἔθνος ἅγιον, εἰς βασίλειον ἱεράτευμα, “ καὶ εἰς λαὸν τὸν εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγεί-
“λωσι τοῦ ἐκ σκότους αὐτοὺς καλέσαντος ἐπὶ τὸ θαυμαστὸν 11 “αὐτοῦ φῶς,” ποτὲ δὲ ὄντες οὐ λαὸς, γεγόνασι λαός. καὶ 12 . ποτὲ μὲν ἤκουον “Ὅταν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, “ ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πλη- “ θύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν·” νυνὶ ’δε
13 φησιν, ὅτι αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου καὶ ἐγὼ έπακούσομαι αὐτοῦ καὶ ἐρῶ Λαός μου οὗτός ἐστιν. οὐκοῦν γεγόνασι κλῆρος τοῦ Θεοῦ καὶ Πατρὸς, δέδονται δὲ τῷ Υἱῷ· συγκατάρχει γὰρ τῶν ὅλων ὁμοῦ τῷ γεγεννηκότι· εὐμενῆ τε καὶ ἵλεω τὸν τῶν ὅλων ἔχουσι Δημιουργὸν καὶ
Δεσπότην.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.