γεγραμμένον. εἶτα τοιαῦτα τολμῶσιν ἐκείνοις, επέπληττε μὲν οὐδεὶς, οὐδ’ ἀπείργειν ἤθελεν ὡς δυσσεβεῖν ᾑρημένους, ἐπαίνοις δὲ μᾶλλον αὐτοὺς καὶ ταῖς ἀνωτάτω τιμαῖς στεφανοῦν ἠξίουν οἱ τάλανες. ταύτῃτοι κἀκεῖνοι πρὸς τὸ χεῖρον 3 ᾔεσαν, τρεφομένης ὥσπερ ἐν αὐτοῖς τῆς νόσου διὰ τῆς τῶν
τεθαυμακότων αὐτοὺς ἐλαφρίας. ἐν ’δε γε τῷ νῦν καιρῷ καταισχυνθήσεσθαί φησιν αὐτοὺς, οὐ παραδεχθείσης δηλονότι τῆς ψευδοπροφητείας, ἐπιτιμωμένης δὲ μᾶλλον, καὶ ἐξ αὐτῶν τῶν τὰ τοιάδε τολμᾶν εἰωθότων τὰς τῆς ἀπονοίας ἐξαιτουμένων δίκας, ὡς ἐλεγχθέντας εὐθὺς καὶ ἀποσχέσθαι τοῦ
κακοῦ, καὶ δεῤῥιν ἐνδύσασθαι τριχίνην ἀνθ’ ὧν ἐψεύσαντο, του- 4 5 τέστι, πενθεῖν ἐπὶ τῷ κακῷ καὶ ἐπὶ τῆ πλημμελείᾳ κατολοφύρεσθαι, μεταγινώσκοντας, ὅτι λογισμῶν εἰς τοῦτο κατώλισθον ἀμαθίας, ὡς ψευδοεπῆσαι κατὰ Θεοῦ, ἐρυθριῶντας δὲ ὅλως οὐδὲν ὁμολογῆσαί τε τὴν ἁμαρτίαν καὶ συγγνώμην ἐξαιτῆσαι, λέγοντας σαφῶς οὐκ εἰμὶ προφήτης ἐγὼ ὅτι
ἄνθρωπος ἐγέννησέ με ἐκ νεότητός μου, τουτέστιν, ἀνθρώπου γέγονα τέκνον. ἀσθενὴς δὲ λίαν ἡ φύσις καὶ εὐπάροιστος κομιδῇ πρὸς τὸ μὴ ἔχον ὀρθῶς, καὶ ἑτοιμοτέρα πὼς εἰς 6 ἁμαρτίας. εἶεν δ’ ἂν αἱ τοιαίδε μετανοούντων φωναί. εἰ δὲ δὴ βουλοίμην αὐτὸν ἔρεσθαι, φησὶ, Τί τὸ χρῆμα τῶν ἐν
χερσὶν ὁρωμένων τραυμάτων ἤτοι πληγῶν; ἀποκρινεῖται πάλιν ὅτι Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου, συμποδισάντων 7 αὐτὸν δηλονότι πατρὸς καὶ μητρὸς, καὶ τὰς τῆς προπετείας ἐξῃτηκότων δίκας. οἶκος γὰρ αγαπητος ἑκάστῳ τῶν καθ’ ἡμᾶς, ὁ τῶν γεγεννηκότων.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.