κατίδοι τις ἃν καὶ ἐξ αὐτῶν εἰ βούλοιτο τῶν πραγμάτων. πρὸ μὲν γὰρ τῶν τῆς ἐπιδημίας καιρῶν, οὔπω καθ’ ἡμᾶς γεγονότος τοῦ Μονογενοῦς, οὔτε μὴν τῷ θείῳ φωτὶ τὰ πάντα περιαστράπτοντος, ἀχλὺς ἦν ἔτι καὶ σκότος ἐν ταῖς τῶν ἐθνῶν καρδίαις. ἐλάτρευον γὰρ εἰδώλοις, καὶ δυσβουλίας εἰς
τοῦτο κατώλισθον, ὡς ξύλοις καὶ λίθοις ἀναθεῖναι τὸ σέβας, καὶ τοῖς ἀκαθάρτοις δαίμοσι τὰς τῷ Θεῷ πρεπούσας ἀνά 3 4 πτειν τιμάς. καὶ ταυτὶ μὲν τῆς τῶν πλανωμένων ἀβελτερίας τὰ ἐγκλήματα, παρὰ ’δε γε τῷ Ἰσραὴλ, ὃς ἦν καὶ ἀπόλεκτος 5 καὶ “μερὶς Τυρίου, κατὰ τὸ γεγραμμένον, σχοίνισμά τε κλη- “ρονομίας αὐτοῦ,’’ τοσαύτη τις ἦν ἠθῶν τε καὶ τρόπων ἐξιτηλία, ὡς ὀλίγου μὲν ἀξιοῦσθαι λόγου, καίτοι πρὸς ἐπικουρίαν
αὐτοῖς δοθέντα, τὸν νόμον, καὶ οὐκ ἀνικάνως ἔχοντα πρὸς παιδαγωγίαν τὴν ἐπί γε τῷ χρῆναι βιοῦν ὀρθῶς, ἀπονεῦσαι δὲ μᾶλλον πρὸς τὸ δεῖν ἀβούλως ταῖς τῶν ἐθνῶν συναποκομίζεσθαι πλάναις, καὶ ταῖς τῶν ὁμόρων δεισιδαι- 6 μονίαις ἐνολισθεῖν. προσέκειντο μὲν γὰρ, καὶ λίαν ἐκτόπως,
τοῖς τῶν ψευδοπροφητῶν μαντεύμασιν. οἱ μὲν γὰρ τῶν εἰδώλων θεραπευταὶ, βεβήλοις τεμένεσι προσιζήσαντες, χρησμολόγοι τε ἦσαν καὶ ψευδοεπεῖς· οἱ δὲ καὶ τό Σῇ Κύριος, ἐπὶ γλώττης ἔχοντες, καὶ εὐσεβεῖν ὑποπλαττόμενοι, καὶ οἷον προβάτου δορᾷ τὸν λύκον ἐπισκιάζοντες, τὸ τῆς προφητείας
ὄνομά σφισιν αὐτοῖς περιτιθέντες οἱ τάλανες, καὶ τὴν ἐπὶ 7 τούτῳ δόξαν ἀνοσίως ἁρπάζοντες, ἀπηρεύγοντο τὸ δοκοῦν, καὶ τοὺς τῆς ἑαυτῶν καρδίας λογισμοὺς θείαν ἔφασκον εἶναι βουλήν. περὶ τῶν τὰ τοιάδε τολμᾶν εἰωθότων καὶ ὁ προφήτης ἔφασκεν Ἱερεμίας πρὸς τὸν τῶν ὅλων κατεξουσιά-
8 ζοντα Θεόν “Ὁ ὣν κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν προ- “φητεύουσι καὶ λέγουσιν Οὐκ ὄψεσθε μάχαιραν, καὶ λιμὸς οὐκ ἕαται ἐν ἡμῖν, ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπερ τούτῳ.’’ καὶ πρός γε ταῦτα Θεός 9 “ψευδῆ, φησὶν, οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί
μου, οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ 10 “οὐκ ἐλάλησα πρὸς αὐτοὺς, ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν, αὐτοὶ 11 “προφητεύουσιν ὑμῖν’’ καὶ πάλιν “Οὐκ ἀπέστελλον τοὺς 12 “προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτοὺς, “καὶ αὐτοὶ προεφήτευον.’’ ψευδοεπεῖς γὰρ ἦσαν, ὡς ἔφην, καὶ, λημματίων αἰσχρῶν ἡττώμενοι, προσελάλουν τοῖς ἀκροωμένοις
τὰ “ἀπὸ καρδίας αὐτῶν, καθὰ γέγραπται, καὶ οὐκ 13 “ἀπὸ στόματος Κυρίου.” εἶτα δέον ἐπὶ τούτοις ἀγανακτεῖν Ιουδαίους, ἐκ τῶν ἐναντίων ἐποιοῦντο σεπτοὺς, καὶ τιμαῖς ταῖς ἀνωτάτω στεφανοῦν ἐσπούδαζον. ἐπειδὴ δὲ λοιπὸν ἐπέφανεν ἡμῖν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ᾤχετο μὲν εἰς ἅπαν καὶ 14
ὀλοθρεύεται παντελῶς τὰ ψυχρὰ καὶ μειρακιώδη τῆς εἰδωλολατρείας ἀθύρματα, συνεξῄρηται δὲ αὐτῇ καὶ τὸ ἔκτοπον τε καὶ δυσσεβὲς ἐπιτήδευμα τῶν ψευδοπροφητῶν, οἳ πονηροῦ τε καὶ ἀκαθάρτου πνεύματος ἔμπλεοι τε ἦσαν, καὶ τοῖς τῶν εἰδώλων θεραπευταῖς ἀδελφὴν καὶ γείτονα νοσοῦντες τὴν πλάνησιν
καταφωραθεῖεν ἂν, καὶ μάλα ὀρθῶς. εἷς γὰρ ἀμφοῖν τῆς δυσσεβείας ὁ ἐπιστάτης, τουτέστιν ὁ σατανᾶς. ἐξαρῶ τοίνυν 15 φησὶν απο τῆς γῆς τὼ ἐνόματα τῶν εἰδωλων καὶ οὐκ ἔσται αὐτῶν μνεία ἐν τῇ ἡμέρᾳ ἐκείνη, τουτέστι κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἂν τὸ θεῖον καὶ ἐπουράνιον λάμψῃ φῶς, καὶ
ἐν ταῖς τῶν πλανωμένων καρδίαις ὁ νοητὸς ἑωσφόρος ἀνατείηῃ, 16 κατὰ τὸ γεγραμμένον, διαυγάσῃ δὲ καὶ ἡμέρα, τῆς πάλαι νυκτὸς ἀπεληλαμένης καὶ τῶν ἐν αὐτῇ δρωμένων· ἵνα τῆς ἀρχαίας ἀκαθαρσίας ἐξηρημένης, οἱ ἀληθινοί τε καὶ ἅγιοι προσκυνηταὶ φαίνοιντο λοιπὸν τῆς εὐαγοῦς πολιτείας
5 ἀνημμένοι τὰ αὐχήματα, καὶ τὴν ἐν Χριστῷ τιμῶντες ζωήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.