ἔσεσθαι πηγὴν ἀναβρύουσαν ἔφησαν αὐτοί. καὶ εἰκός γε σφόδρα, καὶ τῆς ἑρμηνείας τῶν ἑβδομήκοντα τὸν σκοπὸν εἰς τοῦτο αὐτὸ συντείνεσθαι, κἂν εἰ ἑτέρως ἔχοι τῆς τῶν ῥημάτων προφορᾶς ὁ τρόπος, ἵνα τι τοιοῦτον ᾖ τὸ δηλούμενον. ἡ μὲν 1 γὰρ ἀπειθὴς καὶ ἐξήνιος Ἱερουσαλὴμ, ἡ πονηρά τε καὶ ἀποστάτις, 2 “ἡ ἀποκτενοῦσα τοὺς προφήτας καὶ λιθοβολοῦσα “τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν,” τὰς τοῖς ἰδίοις τολμήμασιν ἀναλόγως ἐχούσας ἀποτιεῖ δίκας· ἐκκοπήσεται γὰρ ῥοῶνος δίκην. τοῖς γεμὴν οἰκοῦσι τὴν νοητὴν Ἱερουσαλὴμ, ἤτοι τὸν οἶκον Ἰούδα, τουτέστι Χριστοῦ, ἔσται πᾶς τόπος
διανοιγόμενος, ἤγουν ἐν παντὶ τόπῳ πηγὴ, τὸ τῆς καθάρσεως ὕδωρ ἀναβρύουσα, δῆλον δὲ ὅτι τοῦ ἁγίου βαπτίσματος, ὡς εἶναι χρήσιμον τοῖς πεπιστευκόσι καὶ εἰς τὴν μετακίνησιν καὶ 3 εἰς τὸν ῥαντισμόν. καὶ τίς ἡ μετακίνησις; Ἰουδαίων μὲν, ἐκ νομικῆς ἀγωγῆς εἰς πολιτείαν τὴν ἐπὶ Χριστῷ, ἀπὸ σκιᾶς
εἰς ἀλήθειαν, ἐκ τύπου καὶ γράμματος εἰς λατρείαν πνευματικήν· Ἕλλησι δὲ μετακίνησις ἐστί τις ἐξ ἀπιστίας ἥκουσιν ἐπὶ τὸ πιστεῦσαι Χριστῷ, ἐξ ἀμαθίας τῆς πρώτης εἰς ἐπίγνωσιν ἀκραιφνῆ τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, ἀπὸ 4 σκότους εἰς φωτισμόν· μετακίνησις δὲ κοινὴ, παντὶ πρέπουσα λοιπὸν τῷ κεκλημένῳ διὰ τῆς πίστεως, Ἰουδαίῳ τε καὶ Ἕλληνι· ἀπὸ τοῦ φρονεῖν τὰ σαρκὸς ἐπὶ τὸ ἑλέσθαι ζῆν 5 ὁσίως καὶ καθαρῶς, καὶ περιπατεῖν ἐν Πνεύματι, κατὰ τὴν 6
τοῦ μακαρίου Παύλου φωνήν· ἐκ τοῦ τιμᾶν τὰ ἐν κόσμῳ εἰς τὸ ἀγαπῆσαι τὰ ὑπερκόσμια. ὅτι δὲ τὸ θεῖον καὶ ἱερὸν δεχόμενοι βάπτισμα ῥαντιζόμεθα τῷ αἵματι Χριστοῦ πρὸς ἀποκάθαρσιν ἁμαρτίας, πῶς ἃν ἐνδοιάσειέ τις; οὐκοῦν ἡ ὁδὸς ἡ εἰς μετακίνησιν καὶ εἰς τὸν ῥαντισμὸν τοῖς ἐν τῷ οἴκῳ
Ἰούδα, τὸ σωτήριον βάπτισμα, ἤτοι ἤτοι τόπος διανοιγόμενος, ἤγουν πᾶσα πηγὴ κατευρυνομένη τε καὶ ἀναβρύουσα 7 τὸ τῆς καθάρσεως ὕδωρ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.