ἀνίησι κλῶνάς ὀρθοὺς καὶ εὐμηκεστάτους. εἰ δὲ δὴ καὶ αὐτοῖς ἐξωραίζοιτο τοῖς καρποῖς, τότε δὴ μάλιστα καὶ ἐν πολλῷ κεῖται θαύματι. χρῆμα γὰρ ἀξιέραστον ἡ ῥοιὰ, φυσικῷ διαπρέπουσα κάλλει καὶ τῶν ὀρπήκων ἀπηρτημένη, καὶ τοῖς ἔσω κόκκοις συμπεφοινιγμένον ἔχουσα τῶν ἐλύτρων τὸ εἶδος. 2
πάνδεινον δὲ, ὡς ἔφην, καὶ ἀνιαρὸν, ὁμοῦ τοῖς καρποῖς ἀποκείρεσθαι τὸ φυτόν. ἀλλ’ ἢν τι τοιοῦτον ἰδεῖν τοῖς Ἰουδαίοις συμβαῖνον. ὅσον μὲν γὰρ ἧκεν εἰς τὰς ἐκ νόμου τιμὰς, ῥοιαῖς εὐκάρποις παρεικάζοιντο ἂν εἰκότως οἱ προὔχοντες ἐν αὐτοῖς· οἱ μὲν γὰρ ἐκ τῆς Ἰούδα φυλῆς, τοὺς τῆς βασιλείας
διέποντες θρόνους εἰς λῆξιν εὐκλείας τέθειντο παρ’ αὐτοῖς, οἱ δὲ ἐκ τῆς φυλῆς Λευὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν εὖ μάλα 3 κατεστεμμένοι, λαμπροί τε ἦσαν καὶ διαβόητοι· τί δ᾿ ἂν λέγοιμι κριτάς τε καὶ νομικοὺς καὶ τοὺς ταῖς ἑτέραις τιμαῖς κατηγλαϊσμένους; ἐπειδὴ δὲ πεπαρῳνήκασιν εἰς Χριστὸν,
δέδονται τοῖς ἐχθροῖς, καταδῃούντων αὐτοῖς τὴν χώραν Οὐεσπασιανοῦ τε καὶ Τίτου, πολιορκουμένης τε τῆς Ἱερουσαλὴμ, 4 καὶ παντὸς τοῦ ἐν αὐτῇ λιμῷ καταφθίνοντος, θρήνου τε καὶ κοπετοῦ τὰ πάντα πεπλήρωτο. μαρτυρήσει δὲ καὶ Ἰώσηπος, 5 τὰ γὰρ τῆς Ἁλώσεως βιβλία συντιθεὶς, ἔφη που περὶ τῶν Ἱεροσολύμων αὐταῖς λέξεσιν ὧδε „Kομμοὶ δὲ ἦσαν ἀνὰ τὴν 6 „πόλιν πανταχῆ, οἰμωγαὶ δὲ διαπρύσιοι, καὶ θρῆνος ἐγκέλευστος.”
„ ὥσπερ δὲ Λίβανον καὶ δρυμὸν αὐτὴν ὠνόμαζε, λέγων “Διάνοιξον ὁ Λίβανος τὰς θύρας σου, καὶ καταφαγέτω “ πῦρ τὰς κέδρους σου. ὀλολυξάτω πίτυς, διότι πέπτωκε “ κέδρος, ὅτι μεγάλως μεγυττάνες ἐταλαιπώρησαν· ὀλολύξατε “ δρύες τῆς Bασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς 10 “ ὁ σύμφυτος·” οὕτω καὶ ῥοῶνα κοπτόμενον ὀνομάζει. 7 πιστώσεται δὲ τὸν λόγον καὶ ὁ θεσπέσιος Ἰωάννης, τοῖς 8 Ἰουδαίων δήμοις προσπεφωνηκώς “ Ἤδὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ “ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται,”
9 “καὶ καίεται.” ἔσται τοίνυν φησὶν οὕτω μέγας ὁ ἐν αὐτῇ κοπετὸς, οἷος ἃν γένοιτο κοπετὸς ῥοῶνος, ἐκτεθηλότος αὐτῷ δηλονότι τοῦ καρποῦ καὶ ἀδοκήτως ἐκκοπτομένου. κόχεται δὲ ἡ γῆ κατὰ φυλὰς φυλὰς, καὶ αἱ γυναῖκες αὐτῶν κ᾿ ἑόιυτιίς. καὶ οὔτι που φαμὲν ἐκεῖνο βούλεσθαι δηλοῦν τὸν
10 μακάριον Προφήτην, ὡς ἑστήκοι μὲν ἀνὰ μέρος τὸ ἄρσεν ἐν ἑκάστη φυλῇ, ἀνὰ μέρος δὲ αὖ τὸ θῆλυ, καὶ ποιήσονται τὸν κοπετόν· περιττὸν γὰρ, ὡς ἔοικε, τὸ χρῆμα καὶ εἰκαιόβουλον· διδάσκει δὲ μᾶλλον ὡς ἑκάστη φυλὴ μετὰ τῶν ἐν αὐτῇ γυναικῶν ἰδίαν ἕξει τινὰ τοῦ θρήνου τὴν ἀφορμήν.
ταύτητοί φησιν ὅτι φυλὴ οἴκου Δαυεὶδ καθ᾿ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾿ ἑαυτάς. καὶ δὴ φέρε λέγωμεν ὡς ἔνι, 11 τὸν ἑκάστης πόνον. οἱ μὲν γὰρ ἐκ φυλῆς Δαυεὶδ, ἤτοι τοῦ Ιούδα, τῆς βασιλείας ἐκπίπτοντες, κατοιμώξουσιν ἀσχέτως, ὡς τῆς οὕτω περιφανοῦς εὐκλείας ἀποστερούμενοι· οἱ γεμὴν ἐκ τῆς τοῦ Λευὶ, τῶν ἐκ τῆς ἱερωσύνης ἐξωθούμενοι γερῶν, 12
ὁμοῦ γυναιξὶ ποιήσονται τὸν κομμόν. οἱ δὲ ἐκ φυλῆς τοῦ Νάθαν· προφήτης δὲ οὗτος ἦν, καὶ οὐχὶ πάντως ἀληθής· κόψονται πάλιν. οὐ γὰρ ἦν αὐτοῖς ἔτι προφητεύειν ἄδικα καὶ λαλεῖν τὰ ἀπὸ καρδίας, καὶ τοῖς ἀσυνέτοις καταπωλεῖν ὡς παρὰ Θεοῦ τοὺς ἰδίους λόγους, καὶ τὰς ἐντεῦθεν συλλέγειν
αἰσχροκερδείας. ἔχει δὲ ἡ παράδοσις, ὅτι τοὺς κριτὰς Ἰουδαῖοι τοὺς καθισταμένους κατὰ καιροὺς ἐκ τῆς Συμεὼν ἐδέχοντο φυλῆς, ἅτε δὴ συνετωτάτους καὶ νομομαθεῖς ἄνδρας 13 ἐχούσης, καὶ πολὺ τῶν ἄλλων προφερεστέρους εἴς γε τὸ ζῆν ἑλέσθαι ἐννόμως. διὰ τοῦτό φησιν ὅτι φυλὴ Συμεὼν κόψεται
καθ᾿ ἑαυτήν. ἴδιος δέ τις καὶ τούτοις ὁ θρῆνος. οὐ γὰρ ἔκρινον ὀρθῶς, οὔτε μὴν τοῖς θείοις εἴκοντες νόμοις, τὸ τῷ Θεῷ δοκοῦν ἀποπεραίνειν ἐσπούδαζον, ἦσαν δὲ μᾶλλον φιλοκερδεῖς τε καὶ εὐωνότατοι, καὶ ἧ φησιν ὁ προφήτης “Οἱ 14 “κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας.’’ συνοδύρεσθαι δὲ
ταύταις ἀναγκαῖόν πὼς ἦν καὶ τὰς ἑτέρας φυλὰς, ἅτε δὴ τῶν 15 ἡδίστων αὐταῖς ἐθῶν τε καὶ τόπων ἐκπεμπομένας, μᾶλλον δὲ καὶ αὐτοῦ θανάτου κατηρτημένου ταῖς σφῶν κεφαλαῖς, φθάνοντος δὲ ὥσπερ τῶν πολεμίων τὸ ξίφος καὶ αὐτοῦ τοῦ λιμοῦ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.