τῶν ἑβδομήκοντα παραδόσει τε καὶ ἑρμηνείᾳ. Ἑβραῖοι μὲν γάρ Ὅψονταί φασι, ἀντὶ τοῦ Ἐπιβλέψονται, ἀντὶ δὲ τοῦ Κατωρχήσαντο, Εἰς ὃν ἐξεκέντησαν. πλὴν οὔτι που φαμὲν ἀφαμαρτεῖν τοῦ πρέποντος, οὔτε τὴν Ἑβραίων οὔτε τῶν ἑβδομήκοντα· κατορχησαντο γὰρ οἱ Ἰουδαῖοι Χριοτοῦ, καὶ
πρός γε τούτῳ καὶ Ἐξεκέντησαν. διένυξαν γὰρ οἱ Πιλάτου 1 στρατιῶται τὴν πλευρὰν αὐτοῦ, καθὰ γέγραπται. οὐκοῦν περιθήσωμεν εἰκότως τῷ προσώπῳ Χριστοῦ τὸν ἐπὶ τῷδε 2 λόγον. πλὴν ἐκεῖνό φαμεν βούλεσθαι δηλοῦν Ὅψονται εἰς ὃν ἐξεκέντησαν, ἤγουν κατορχήσαντο, καὶ κόψονται ἐπ’ αὐτοὺς
κοπετὸν ωσει ἐπ’ σγαπητον και οδυνηθησονται οδυνην ὡς ἔπι πρωτοτόκῳ. προσηλώσαντες μὲν γὰρ τῷ ξύλῳ τὸν θεῖον ναὸν, περιεστήκασιν οἱ σταυρώσαντες, ἀνοσίως ἐπιτωθάζοντες. οἱ μὲν γὰρ ἔφασκον “ Ό καταλύων τὴν ναὸν καὶ ἐν 3 τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν ἕτεροι δὲ αὖ
“ Ἅλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.” ἐπειδὴ δὲ ὑπὲρ 4 ἡμῶν τὴν ἰδίαν ψυχὴν τέθεικεν, ἐκήρυξέν τε καὶ τοῖς ἐν ᾅδου 5 πνεύμασιν, ἀνεβίω τε αὖ, σεισμοῦ γενομένου, περὶ τὸ μνη- μεῖον οἱ προσεδρεύοντες ἐθαύμαζον λέγοντες “ λήθῶς Θεοῦ 6 7 “Υἱὸς ἦν οὖτος·” πολλὴ δὲ παρὰ πολλοῖς ἡ μετάγνωσις ἦν. ἐπειδὴ δὲ καὶ ὁ Ῥωμαίων αὐτοῖς ἐπέσκηψε πόλεμος, καταδῃωμένης αὐτοῖς τῆς χώρας, καὶ πόλεων ἐμπιπραμένων, καὶ οἴκων ἐρημουμένων, πολιορκουμένης τε ἤδη καὶ αὐτῆς τῆς Ιερουσαλὴμ, καὶ λιμοῦ κατατήκοντος ἔνδοθεν, ἐκαλοῦντό τινες
8 εἰς συναίσθησιν μόλις τῶν ἐπὶ Χριστῷ τολμημάτων, ᾔδεσάν τε λοιπὸν τοῦ κακοῦσθαι τὰς αἰτίας, καὶ ὅτι πρόφασις αὐτοῖς τοῦ παθεῖν τὰ ἐπ’ αὐτῷ γέγονε δυσσεβήματα. οὐκοῦν ἐπειδὴ κατωρχησαντο, κοψονται ἐπ’ αυτους κοπετὸν ὡσεὶ ἐπ’ ἀγαπητὸν καὶ οδυνηθησονται οδύνην ὡς ἐπὶ πρωτοτόκῳ. καὶ γὰρ
ἀεί πὼς ἄσχετον μὲν καταχεῖται δάκρυον τοῖς γεγεννηκόσιν, ἐφ’ υἱῷ πρωτοτόκῳ κειμένῳ καὶ ἀγαπητῷ, κομμοὶ δὲ καὶ θρῆνοι καταίρειν εἰς τέλος οὐκ ἀνεχόμενοι, μακρὰ δὲ δὴ πάντως καὶ οἷον διηνεκὴς ὀδύνη, δριμείαις τισὶ καὶ ἀφορήτοις 9 προσβολαῖς ψυχὴν κατατήκουσα. ὅτι δὲ ἔμελλον εἰς πείραν
ἐλθεῖν Ἰουδαῖοι τῶν τοιῶνδε κακῶν, προκαταμεμήνυκεν ὁ Χριστὸς ταῖς κλαιούσαις ἐπ’ αὐτῷ γυναιξὶν ἐπιτιμῶν τε καὶ 10 λέγων “ Θυγατέρες Ἱερουσαλὴμ μὴ κλαίετε ἐπ’ ἐμὲ, “ δὲ ἐφ’ ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.