ἐχθροὶ σαφηνιεῖ λέγων καὶ αὐτὸς ὁ Σωτῆρ’ “ Σὺ εἶ Πέτρος, 1 “ καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ “ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.’’ ᾅδου δὲ πύλας τοὺς διώκειν αὐτὴν ἐθέλοντας, φησὶν, οἷον ὀλέθρους ὄντας καὶ φθόρους, καὶ ἐπὶ πέταυρον ᾅδου κατακομίζειν εἰωθότας τοὺς 2 3 προσκειμένους αὐτοῖς. ἀτονήσουσι δὴ οὖν, μᾶλλον δὲ καὶ ἐξαρθήσονται, οἱ πεπολεμηκότες αὐτῇ, καὶ οἰχήσονται πρὸς 4 ἀπώλειαν. “ Πόλλαι μὲν γὰρ ὁμολογουμένως τῶν δικαίων αἱ “ θλίψεις· ἀλλ’ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ κύριος. 5 καὶ ἔστιν ἀληθὲς ὅτι “ Πάντες οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν
“ Χριστῷ διωχθήσονται. πλὴν ἀνόνητα καὶ ἀδρανῆ τῶν ἐπιβουλευόντων τὰ σκέμματα καὶ αὐτὰ δὲ τὰ ἐγχειρήματα 6 τίθησιν ὁ Χριστὸς, ὃς δέδωκεν “ ἡμῖν πατεῖν ἐπάνω ὄφεων 7 “ καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, 8 παραθαρρύνει τε λέγων “ Θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ, ἀλλὰ
“ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.’’ οὐκοῦν ἐξαίρονται μὲν οἱ τῆς Ἐκκλησίας κατεξανιστάμενοι κατὰ καιροὺς, ἐπὶ ’δε γε τοὺς ἐν αὐτῇ, τουτέστι τοὺς πιστεύσαντας, ἐκχεῖται πλουσίως πνῦμα χάριτος καὶ οἰκτιρμοῦ. στεφανοῖ γὰρ ἡμᾶς τοῖς ἄνωθεν ἀγαθοῖς ὁ Θεὸς καὶ Πατὴρ, καὶ πνευματικῶν
9 ἐμπίπλησι χαρισμάτων, ἵνα τὸν τῆς διανοίας ὀφθαλμὸν πρὸς αὐτὸν ἀνατείναντες, ἐπ’ αὐτῷ πᾶσαν ἔχοιμεν ἐλπίδα. τοῦτο γὰρ οἶμαί ἐστι τό ἐπιβλεψονται πρὸς με. διακείμενοι δὲ οὕτω, γανύμεθα μὲν ἐφ’ ἑαυτοῖς, φαμὲν δὲ δὴ τότε δοξο- 10 λογοῦντες Θεόν “ Εὐλόγει ἡ ψυχή μου τὸν κύριον, τὸν
“ εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας “ τὰς νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, “ τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς, τὸν ἐμπι- “ πλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.