ἀσαφείᾳ πολλῇ κατεσκιασμένον τὸν λόγον κατίδοι τις ἄν. ἔφη μὲν γὰρ ὑπερασπιεῖν ὁ τῶν ὅλων Θεὸς τῶν κατοικούντων Ιερουσαλὴμ, καὶ οὐχὶ δὴ μᾶλλον τῶν παροικούντων αὐτήν. καὶ νοεῖται μὲν ὁμολογουμένως Ἱερουσαλὴμ ἐν τούτοις ἡ Εκκλησία Χριστοῦ. παροικεῖ δὲ αὐτὴν ὁ μὴ λίαν ἀσφαλὴς,
σεσαλευμένος δὲ ὥσπερ καὶ εὐπάροιστος κομιδῇ πρὸς τὸ μὴ ἔχον ὀρθῶς, ἢ καὶ ἄλλως ῥᾴθυμος εἰς φιλομάθειαν· 4 κατοικεῖ δὲ δὴ αὖ ὁ βεβηκὼς καὶ ἐρηρεισμένος εἰς ἀγάπην τὴν ἐπὶ Χριστῷ, καὶ ταῖς ἐκ τῶν θείων μαθημάτων ὠφελείαις ἀεὶ προσκείμενος, ὥστε δύνασθαι λέγειν τὸ διὰ φωνῆς τοῦ
5 Δαυείδ “ Ὡς γλυκεία τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ “ μέλι καὶ κηρίον τῷ στόματί μου.’’ ὑπερασπιεῖ τοίνυν φησὶ τῶν κατοικούντων καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν τῆ ἡμεραἐκείνη ὡς ὁ οἶκος Δαυείδ. καὶ οἶκον μὲν τοῦ Δαυεὶδ ἐν τούτοις, τοὺς παρὰ τοῖς Ἰουδαίοις ἐντιμοτάτους ὠνομάσθαι φαμέν.
6 ἀπὸ γὰρ τῆς Ἰούδα φυλῆς, ἐξ ἧς Ἰεσσαὶ καὶ Δαυεὶδ, ἐβασίλευον κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις. ἀσθενοῦντα δέ φησιν ἐκ τῶν κατοικούντων τὴν ἁγίαν πόλιν, τὴν νοητὴν Ιερουσαλὴμ, ἥτις ἐστὶν ἡ Ἐκκλησία, τάχα που τὸν ἔτι κατηχούμενον, ὃς οὔπω βεβάπτισται, νοσεῖ δὲ ὥσπερ ἔτι
τῷ τῆς ἁμαρτίας φορτίῳ κατηχθισμένος, μένος, καὶ τῶν ἀρχαίων ἀρρωστημάτων, ἤγουν παθῶν, οὐκ ἀπήλλακται. ἀλλὰ καὶ 7 οὕτως ἔχων, ὅτι δὴ μόνον πεπίστευκε, καὶ τῆς νομικῆς ἀπέστη σκιᾶς, καὶ διανένευκεν ὅλως ἐπὶ τὸ ἑλέσθαι πληροῦν 8 τὴν ἐν πνεύματι πολιτείαν καὶ τῆς ἐν Χριστῷ ζωῆς τὰ αὐχήματα, ἔσται φησὶν ὡς ὁ οἶκος Δαυεὶδ, τουτέστι, κατ’ οὐδὲν ἐλάττων εἰς σύνεσιν τοῦ σοφοῦ τε καὶ ἐντιμοτάτου παρά γε τοῖς Ἰουδαίοις. ὑπαινίττεταί τι τοιοῦτον καὶ ὁ
σοφώτατος Παῦλος, τοῖς Ἰουδαίων δήμοις προσλαλῶν. ἔφη γὰρ οὕτως “Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ 9 νόμου ποιοῦσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, 10 “ οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς “ καρδίαις αὐτῶν.’’ καὶ πάλιν “ Περιτομὴ μὲν γὰρ ὠφελεῖ, 11 “ ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περι- “ τομή σου ἀκροβυστία γέγονεν. ἐὰν οὖν ἡ ἀκροβυστία τὰ “ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκρο- “ βυστία τὴν νόμον τελοῦσα σὲ τὸν διὰ γράμματος καὶ
“ περιτομῆς παραβάτην νόμου; οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ιουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἁλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν 12 “ πνεύματι, οὐ γράμματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ’ ἐκ τοῦ Θεοῦ.’’ ὁ τοίνυν παραιτησάμενος ὡς ἕωλον τὴν
εν σαρκὶ περιτομὴν, ἀγαπήσας δὲ μᾶλλον τὴν ἐν πνεύματι, καὶ τὸν ἐν τῷ κρυπτῷ περιφέρων Ἰουδαῖον, “ οὗ ὁ ἔπαινος οὐκ “ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ,” πῶς οὐκ ἀμείνων ᾖ καὶ κατ’ οὐδὲν ἡττώμενος τῶν νομομαθῶν καὶ ἐντιμοτάτων παρὰ τῶν Ἰουδαίων, κἂν εἰ ἔχοι τυχὸν ἀσθενείας λείψανον, ὡς οὔπω
βεβαπτισμένος; τῷ γὰρ ὑγιαίνοντι μέρει τῆς ἑαυτοῦ καρδίας, τουτέστι τῆ πίστει, διοίσει πάντως τοῦ τὴν πίστιν οὐ προσιεμένου. εἰ δὲ δὴ τῶν ἐκ τοῦ οἴκου Δαυεὶδ, τουτέστι τῶν παρ’ αὐτοῖς λαμπρῶν καὶ ἐντιμοτάτων, παραδέξαιτό τις τὴν 13 14 πίστιν καὶ, συνεὶς εὖ μάλα τὸ Χριστοῦ μυστήριον, αὐτοῦ γένοιτο προσκυνητὴς, οὗτος ἔσται καὶ ὡς οἶκος Θεοῦ καὶ ὡς ἄγγελος κυρίου ἐνώπιον αὐτῶν. τοιοῦτόν τι καὶ αὐτὸς ὁ Σωτῆρ’ 15 εὑρίσκεται λέγων· ἔφη γὰρ ὅτι “ Διὰ τοῦτο πᾶς γραμματεὺς “ μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀν-
“ θρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ “ αὐτοῦ καινὰ καὶ παλαιά.” ὁ γὰρ ἔχων ἤδη τεθησαυρισμένην ἐν ἑαυτῷ τὴν τοῦ νόμου γνῶσιν, εἰ προσλάβοι τὴν εὐαγγελικὴν, πλούσιος ἔσται εἰς σύνεσιν, καινά τε καὶ 16 παλαιὰ θεωρήματα, καθάπερ ἐξ ἀποθηκῶν, τοῖς φιλομαθέσι
παρατιθείς· ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος, ποτὲ μὲν νομικαῖς ἀποδείξεσι τὸν ἐπὶ Χριστῷ λόγον ἐμπεδοῦν ἐπιχειρῶν· ποτὲ δὲ καὶ ταῖς ὑπὲρ νόμον μυσταγωγίαις συνελαύνων τρόπον τινὰ τοὺς ἀκροωμένους εἴς γε τὸ ἑλέσθαι δεῖν τῇ εἰς αὐτὸν πίστει κατασεμνύνεσθαι. ποτὲ μὲν γὰρ
17 ἔφασκε λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον 18 “ οὐκ ἀκούετε; γέγραπται γὰρ ὅτι Ἁβραὰμ δύο υἱοὺς ἔσχεν, “ ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. ἀλλ’ ὁ μὲν “ ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς “ ἐλευθέρας δι’ ἐπαγγελίας· ἅτινά ἐστιν ἐστιν ῥοῦ μένα·
“ αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς “ δοῦλε ίαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ· τὸ γὰρ Σινᾶ, ὄρος “ ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλὴμ, “ δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς. ἡ δὲ ἄνω Ἱερου- “ σαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν·” ποτὲ δὲ
19 περὶ τοῦ Υἱοῦ “ Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ “ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς 20 “ δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, “ ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς “ ὑψηλοῖς. συνίης οὖν ὅπως παλαιοῖς τε ἅμα καὶ νέοις παιδεύμασι τὰς τῶν μυσταγωγουμένων ὀνίνησι ψυχάς; ἔσται
τοίνυν φησὶν ὁ οἶκος Δαυεὶδ ὡς οἶκος Θεοῦ ὡς ἄγγελος κυροῦ ἐνώπιον αυτων.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.