1 μένους παρὰ χριστοῦ, καὶ καθηγεῖσθαι λαχόντας τοῦ Ἰούδα, τουτέστι τῶν κεκλημένων εἰς ἐξομολόγησίν τε καὶ αἶνον. αἶνος γὰρ ὁ Ἰούδας ἑρμηνεύεται. εἶεν δ’ ἃν οὗτοι πάντες οἱ ἐξ ἐθνῶν, οἷς καὶ τὸ χρῆναι δοξολογεῖν τὸν Ἐμμανουήλ
ὁ θεσπέσιος μελῳδὸς ἐπιτάττει λέγων ἐν πνεύματι “ Εὐλο 2 “ γεῖτε ἔθνη τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσασθε τὴν φωνὴν “ τῆς αἰνέσεως αὐτοῦ.’’ Ἰούδας τοίνυν ἐν τούτοις οἱ διὰ 3 πίστεως κεκλημένοι πρὸς αἶνόν τε καὶ ἐξομολόγησιν· κιλίαρχοι γεμὴν οἱ ἐπ’ αὐτοῖς τεταγμένοι, ταξίαρχοί τε καὶ
ἡγεμόνες, οἱ θεσπέσιοι μαθηταί. ἔστι γοῦν ἰδεῖν, οἷά τισι στρατιώταις, τοῖς τοῦ Σωτῆρος προσκυνηταῖς διακεκραγότας τε καὶ λέγοντας “ Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν 4 “ ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, “ καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου
“ τῆς εἰρήνης, ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, “ ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρω- 5 “ μένα σβέσαι. καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, “ καὶ τὴν μάχαιραν τοῦ Πνεύματος ὅ ἐστι ῥῆμα Θεοῦ. χρῆναι δὲ ἡμᾶς ὁρᾶσθαι λαμπροὺς καὶ τὴν εὐδόκιμον κατορθοῦντας
ζωὴν καὶ ὁ θεσπέσιος ἔφη Παῦλος “ Διὰ τῶν 6 “ ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, καὶ πρός γε δὴ τούτοις, τὰς τῶν ἐναντίων φάλαγγας μονονουχὶ κατεδείκνυ λέγων “ τοῦ λοιποῦ, ἐνδυναμοῦσθε ἐν 7 “ Χριστῷ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. οὐ γάρ
“ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἁλλὰ πρὸς τὰς “ ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ “ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς “ ἐπουρανίοις.’ Χιλίαρχοι δὴ οὖν, καὶ μάλα εἰκότως, οἱ θεσπέσιοι μαθηταὶ, 8 οἳ καὶ ἐροῦσί φησιν ἐν ταῖς καρδίαις αὐτῶν Εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ ἐν Κυρίῳ παντοκράτορι Θεῷ αὐταῖν. ἐπεθύμουν μὲν γὰρ οἱ θεσπέσιοι μαθηταὶ τὴν ἁγίαν ὄντως Ἱερουσαλὴ, τουτέστι τὴν Ἐκκλησίαν, μεμεστωμένην ὁρᾶσθαι προσκυνητῶν, καὶ οἷά τινα πόλιν περιφανῆ καὶ
ἀοίδιμον πολυάνδρῳ πληθύι· τῶν ἐνοικούντων εὖ μάλα κατασεμνύνεσθαι. καὶ γοῦν διεκήρυττον τὴν πίστιν, εὐηγγελίζοντο 9 τὸν Ἰησοῦν, σημείοις τε καὶ τέρασιν ἐπισφραγιζόμενοι τοὺς παρ’ ἑαυτῶν λόγους. πλὴν οὐκ ἔπιθον τὸν Ἰσραήλ· ἀπομεμένηκε δὴ σκληρός τε καὶ ἀκαμπὴς καὶ οἷον ἵππος
ἐξήνιος. ταύτῃτοι λοιπὸν ἐζήτουν ἑαυτοῖς τοὺς κατοικοῦντας τὴν ἁγίαν πόλιν ἐν Κυρίῳ παντοκράτορι Θεῷ αὐτων, τουτέστιν ἐν Κριστῷ, καὶ δὴ καὶ ἐτράποντο πρὸς τὰ ἔθνη, τοῖς 10 Ἰουδαίων δήμοις ἐπιφωνήσαντες “ Ὑμῖν ἦν ἀναγκαῖον “πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπω- “ θεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου “ ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη, οὕτω γὰρ ἡμῖν “ ἐντέταλται ὁ Θεός.” ἐκεῖθεν ἐζήτησαν τοὺς τῆς Ἐκκλησίας πολίτας, ἧς καὶ ὁ θεσπέσιος Δαυεὶδ διαμέμνηται λέγων 11 “Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.”
ζητήσαντες δὲ πεπλουτήκασι, συνεκόμισάν τε πληθὺν τὴν 12 ἀριθμοῦ κρείττονα, καὶ δὴ καί φασι τῆ ἁγίᾳ πόλει “ Πλά- “ τυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, “ πῆξον, μὴ φείσῃ, μάκρυνον τὰ σχοινίσματά σου, καὶ “ τοὺς πασσάλους σου κατίσχυσον, ἔτι εἰς τὰ δεξιὰ καὶ
“ εἰς τὰ ἀριστερὰ ἐκπέτασον.” ἡ δὲ τῷ πλήθει τῶν κατοι- κούντων αὐτὴν ἐπιγάνυται, μόνον δὲ οὐχὶ καταθαυμάζουσα 13 τῶν ἰδίων τέκνων τὴν ὁμήγυριν, φησίν “ Ἐγὼ δὲ ἄτεκνος Κη. xlix. “ καὶ χήρα, τούτους δὲ τίς ἐγέννησε μοι, οὗτοι δέ μοι ποῦ “ἤσαν;”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.