Χροστὸν ταλανίζοντα διῃρημένως Φαρισαίους τε καὶ γραμ- 1 ματέας καὶ νομικούς. ἔφασκε γάρ “ Οὐαὶ ὑμῖν γραμματεῖς “ καὶ Φαρισαῖοι.” ταῦτα δὲ λέγοντι προσυπήντα τις αὐτῷ 2 τῶν νομικῶν, λέγων “ Διδάσκαλἐ, ταῦτα λέγων καὶ ἡμᾶς “ ὑβρίζεις. ὁ δὲ εἶπε φησι καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ,
“ ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ “ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορ- “ τίοις.” οἶδα μὲν οὖν ὅτι καὶ οἱ βασιλεύοντες κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ἐκ τῆς Ἰούδα φυλῆς τάξιν ἀπεπλήρουν ποιμένων τοῖς ὑπὸ χεῖρα λαοῖς. ἐπειδὴ δὲ γεννηθέντος
3 Χριστοῦ τὸ τῶν βασιλέων ἐκλελοίπει γένος, ἤγουν ἐκβέ- βλητο τῆς ἡγεμονίας· ἦρχον γὰρ τῆς Ἰουδαίας τὸ τηνικάδε, Ἡρώδης τε ὁ Ἀντιπάτρου παῖς Ἀσκαλωνίτης, καὶ Πόντιος Πιλάτος· σεσιγήκαμεν ἀναγκαίως τοὺς ἐκ τῆς Ἰούδα φυλῆς. ὅτι γὰρ ἐκλελοίπεσαν γεννηθέντος Χριστοῦ, πληροφορήσει 4 5 τὸ γεγραμμένον “ Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἠγού “ μένος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἃν ἔλθῃ τὰ ἀποκείμενα “ αὐτῶ, καὶ Αὐτὸς ἔσται προσδοκία ἐθνῶν.” οὐκοῦν ἐπειδήπερ 6 ἀφῖκτο καὶ γεγέννητο λοιπὸν ἡ τῶν ἐθνῶν προσδοκία, τουτέστι Χριστὸς, ἐκλέλοιπεν ἀναγκαίως ἄρχων ἐξ Ἰύδα,
καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.