ἀναγκαῖον, ἐκ μέσου γενέσθαι λοιπὸν τοὺς μισθωτοὺς καὶ 1 2 ψευδοποίμενας, τουτέστι τοὺς τῶν Ἰουδαίων κατὰ νόμον 3 καθηγητάς· ὧν οἱ μὲν “ κατέσφαζον τὰ πρόβατα καὶ οὐ “ μετεμέλοντο “ οἱ δὲ δὴ “ πωλοῦντες αὐτὰ ἔλεγον Εὐλο- “ γητὸς κύριος καὶ πεπλουτήκαμεν. εἶτα τί δήποτε, φαίη τις ἲς ἃν, ποιμένας αὐτοὺς ὀνομάζει τρεῖς, τίνα δὲ τρόπον εξαιρονται
καθά φησιν ἐν μηνὶ ἑνὶ, φέρε δὲ λέγωμεν, τὰ ἐκ τῶν ἱερῶν γραμμάτων παρατιθέντες εἰς πίστιν. οἶμαι δὴ οὖν ὅτι τρεῖς ὀνομάζει ποιμένας, τούς τε κατὰ νόμον ἱερατεύοντας, 4 καὶ τοὺς τεταγμένους κριτὰς τοῦ λαοῦ· καὶ προσέτι τούτοις τοὺς γραμματοεισαγωγεῖς ἤτοι τοὺς νομικούς. κατεβόσκοντο
γὰρ ὥσπερ οὗτοι τὸν Ἰσραήλ. καὶ οἱ μὲν τὴν τῆς ἱερωσύνης ἔχοντες δόξαν, ἐκ μόνης ἦσαν τῆς φυλῆς Λευὶ, 5 καὶ περὶ αὐτῶν ἔφη Μωυσῆς “ Χείλη ἱερέως φυλάξεται “ κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ· ” οἱ δὲ δὴ λαχόντες τοῦ κρίνειν τὴν ἐξουσίαν, ἀπόλεκτοι μὲν
καὶ αὐτοὶ, πλὴν ἐκ πάσης ἀνεδείκνυντο φυλῆς· κατὰ τὸν ἴσον δὲ οἶμαι τρόπον οἵ τε κραμματοεισαγωγεῖς, ἤγουν, 6 καθάπερ ἔφην ἀρτίως, οἱ νομικοὶ, τοῖς εἰς τὸ κρίνειν πεταγμένοις ἀεὶ προσεδρεύοντες, καὶ τὰ τοῦ νόμου γράμματα παρακομίζοντες εἰς ἀπόδειξιν τὴν ἐφ’ ἑκάστῳ πράγματι.
ὅτι μὲν οὖν, ὡς ἔφην, οἱ τῶν θείων θυσιαστηρίων ἱερουργοὶ ἐκ μόνης ἦσαν τῆς τοῦ Λευὶ φυλῆς, οὐδενὸς ἂν δέοιτο πρὸς ἀπόδειξιν λόγου. ὅτι δὲ καὶ ἐκ πάσης φυλῆς ἀπολέγδην οἱ κρίνοντες, ὡς νομομαθεῖς ἐλαμβάνοντο, πληροφορήσει λέγων ὁ μακάριος Μωυσῆς ἐν τῷ Δευτερονομίῳ τοῖς υἱοῖς
7 Ἰσραήλ “ Kριτὰς καὶ γραμματσεισαγωγεῖς “ σεαυτῷ ἐν πάσαις ταῖς πόλεσί σου αἷς κύριος ὁ Θεός “ σου δίδωσί σοι κατὰ φυλὰς, καὶ κρινοῦσι τὸν λαὸν κρίσιν “ δικαίαν· οὐκ ἐκκλινοῦσι κρίσιν, οὐκ ἐπιγνώσονται πρόσ- 8 “ ωπον, οὐδὲ λήψονται δῶρα· τὰ γὰρ δῶρα ἐκτυφλοῖ “ ὀφθαλμοὺς σοφῶν καὶ ἐξαίρει λόγους δικαίων. “ ἀφῖκται γεμὴν εἰς τὸ φάναι τε τὰ τοιάδε, καὶ δὴ καὶ χρῆναι πληροῦν προστάξαι Μωυσῆς, ἑπόμενος μὲν ὁμολογουμένως θείοις
τε καὶ ἀπορρήτοις νεύμασιν, οὐκ ἀτιμάσας δὲ βουλὴν τοῦ Ιοθὸρ, ὃς ἦν αὐτῷ καὶ γαμβρός· γέγραπται γὰρ ὅτι “ καὶ 9 “ ἐγένετο τῇ ἐπαύριον συνεκάθισε Μωυσῆς κρίνειν ’τον “ λαὸν, παριστήκει δὲ πᾶς ὁ λαὸς Μωυσῇ ἀπὸ πρωίθεν “ ἕως ἑσπέρας· καὶ ἰδὼν ὁ Ἰοθὸρ πάντα ὅσα ἐποίει τῷ λαῷ
“ λέγει Τί τοῦτο σὺ ποιεῖς τῷ λαῷ; διὰ τί σὺ κάθησαι “ μόνος, πᾶς δὲ ὁ λαὸς παριστήκει σοι ἀπὸ πρωίθεν ἕως “ δείλης ” εἶτα φάσκοντος τοῦ Μωυσέως ὅτι, τοῦ κρίνειν ἕνεκα δικαίως καὶ ἐννόμως, αἱρετὸν ποιεῖται τὸν ἐπὶ τῷδε πόνον, ἔφη πάλιν ὁ Ἰοθόρ “ Νῦν οὖν ἄκουσόν μου καὶ 10
“ συμβουλεύσω σοι, καὶ ἔσται ὁ Θεὸς μετὰ σοῦ. γένου “ σὺ τῷ λαῷ τὰ πρὸς τὸν Θεὸν, καὶ ἀνοίσεις τοὺς λόγους “ αὐτῶν πρὸς τὸν Θεὸν, καὶ διαμαρτύρῃ αὐτοῖς τὰ πρόσ’ “ τάγματα τοῦ Θεοῦ καὶ τὸν νόμον αὐτοῦ, καὶ σημανεῖς “ αὐτοῖς τὰς ὁδοὺς ἐν αἷς πορεύσονται ἐν αὐταῖς καὶ τὰ
“ ἔργα ἃ ποιήσουσιν. καὶ σὺ σαυτῷ σκέψαι ἀπὸ παντὸς “ τοῦ λαοῦ ἄνδρας δυνατοὺς, θεοσεβεῖς, ἄνδρας δικαίους, “ μισοῦντας ὑπερηφανίαν, καὶ καταστήσεις αὐτοὺς ἐπ’ ἀν’ “ τῶν.” εἶτα τί φησιν τὸ γράμμα τὸ ἱερόν ; “Ἢκουσε 11 “ δὲ Μωυσῆς τοῦ γαμβροῦ καὶ ἐποίησεν ὅσα αὐτῷ εἶπεν,
“ καὶ ἐπελέξατο Μωυσῆς ἄνδρας δυνατοὺς ἀπὸ παντὸς “ Ἰσραὴλ, καὶ ἐποίησεν αὐτοὺς ἐπ’ αὐτῶν χιλιάρχους καὶ “ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους, καὶ “ ἐκρίνοσαν τὸν λαὸν πᾶσαν ὥραν· πᾶν δὲ ῥῆμα ὑπέρογκον 12 “ ἀνεφέροσαν πρὸς Μωυσῆν, πᾶν δὲ ῥῆμα ἐλαφρὸν ἔκρινον “ αὐτοί.” τρεῖς οὖν ἄρα ποιμένες, ἱερεῖς τε καὶ κριταὶ καὶ τῶν νομικῶν γραμμάτων ἐπιστήμονες, τουτέστιν οἱ νομικοὶ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.