Λόγος κατέβοσκε τὸν Ἰσραὴλ, οἱονεὶ ῥάβδῳ μιᾷ χρώμενος, τῇ κατὰ νόμον παιδείᾳ. ἔφη γάρ που διὰ προφήτου φωνῆς 1 πρὸς αὐτόν “ Ἐγὼ ἐποίμαινόν σε ἐν τῇ ἐρήμῳ.” ἐπειδὴ δὲ 2 γέγονε καθ’ ἡμᾶς ἄνθρωπος, δύο δέχεται ῥάβδους. κατανέμει γὰρ ὥσπερ τοὺς ἰδίους προσκυνητὰς, τοὺς διὰ πίστεως δὲ
δηλονότι δεδικαιωμένους, καὶ ἡγιασμένους ἐν Πνεύματι, νομικοῖς τε ἅμα καὶ εὐαγγελικοῖς θεσπίσμασιν, οὐ βουθυτεῖν ἀναπείθων, οὔτε μὴν ταῖς κατὰ νόμον προσαγωγαῖς προσκεῖσθαι διδάσκων· ποιεῖσθαι δὲ μᾶλλον προστεταχὼς τῆς ἐν Πνεύματι λατρείας τὴν δύναμιν εἰς ἀναιμάκτου θυσίας
τρόπον. μετατέθειται γὰρ ἡ σκιὰ πρὸς ἀλήθειαν, καὶ μεταὶσχὺς 3 κεχάρακται τὰ ἐν τύποις εἰς ἀστειότητα πολιτείας τῆς ἐν Χριστῷ τε καὶ εὐαγγελικῆς. ὀνόματα δὲ ταῖς ῥάβδοις, τῆ 4 μὲν μαᾷ Κάλλος, ἥτις ἐστὶ διαθήκη νέα καλὴ καὶ ἀξιοθαύμαστος, ἢν αὐτὸς λελάληκεν ὁ Υἱός “ Ὡραῖος ὣν κάλλει 5
“ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἡ γεμὴν ἑτέρα Σχοινισμα, τουτέστι μερὶς, ἵνα νοῶμεν τὸν νόμον, τὸ ἀφορισθὲν τῷ Θεῷ σχοίνισμα παιδαγωγεῖν εἰωθότα. γέγραπται γὰρ ὅτι “ Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, 6 “ ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ
“ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ· σχοίνισμα 7 “ κληρονομίας αὐτοῦ Ἰσραήλ.” ταύταις δὴ οὖν ταῖς δυσὶ ῥάβδοις ὁ μέγας ἀρχιποίμην κατανεμήσειν ἐπαγγέλλεται τὰ ἑαυτοῦ πρόβατα, καὶ ἀτρεκὴς ὁ λόγος. συνεκόμισε γὰρ εἰς μίαν αὐλὴν τούς τε ἐξ Ἰσραὴλ, καὶ μέντοι τοὺς ἐξ ἐθνῶν,
νομικήν τε ἅμα καὶ εὐαγγελικὴν παίδευσιν αὐτοῖς παρατιθεὶς εἰς τρυφὴν, καὶ οἷά τινα πόαν πνευματικὴν χορηγῶν εἰς μέθεξιν, καὶ καταπιαίνων πλουσίως τὰς τῶν ἁγίων ψυχάς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.