τὴν ποιμαντικήν· εἴρηται γοῦν πάλιν διὰ φωνῆς προφήτου 5 πρὸς τὸν Υἱόν “ Ποίμαινε λαόν σου ἐν ῥάβδῳ φυλῆς σου, “ πρόβατα κληρονομίας σου.’’ ἀλλ’ ἐν γε τοῖς προκειμένοις σημαίνουσιν αἱ ῥάβδοι τρόπους ἡμῖν ποιμενικῆς ἐπιστήμης, καὶ διττὸν παιδεύσεως εἶδος, κατά γε τὸ ἀμωμήτως ἔχειν
δοκοῦν. δέχεται δὲ τὰς ῥάβδους ὁ πάντων ἀρχιποίμην 6 “ ὁ τὴν ψυχὴν αὐτοῦ θεὶς ὑπὲρ τῶν προβάτων, τουτέστι Χριστὸς, ἵνα ἐν αὐταῖς καταποιμάνῃ τὰ ἴδια πρόβατα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.