πρέπουσαν ἀνατιθέντες δόξαν. οὗτοι πεπλανήκασι τὴν ὑπ’ οὐρανὸν, καὶ οὐχὶ δὴ μόνον κατά γε τὸν χρόνον τῆς ἐν σώ. ματι ζωῆς· ἀλλὰ γὰρ καὶ εἰς χρόνους τοὺς ἐφεξῆς. μύριοι γὰρ ὅσοι κατὰ καιροὺς διολώλασι τῆς ἐκείνων ψευδοεπείας ἡττώμενοι, καὶ ψυχροῖς καὶ γραώδεσι μυθαρίοις προσεσχήκότες 2
κότες. ἀνῄρηνται δὴ οὖν οἱ τοιοίδε λοιπόν. οἴχεται γὰρ τῆς ἐκείνων συγγραφῆς ἡ βεβήλωσις, ἀπρακτοῦσιν οἱ μῦθοι, καὶ οἷον ἐκπεποται τὸ αἷμα αὐτῶν, καὶ τοῖς τῆς ἀληθείας 3 δόγμασι καθάπερ τισὶ λίθοις τοῖς ἐκ σφενδόνης καταπαιόμενοι καταχώννυνταί τε καὶ γέγονεν, ὡς ἔφην, εὐωδία Θεῷ
τῆς ἐκείνων ἀθυροστομίας ἡ ἀπώλεια. καὶ σέσωκε Κύριος ὡς πρόβατα τὸν λαὸν αὐτοῦ. ἐπειδὴ γάρ ἐστι τῶν ὅλων αὐτὸς ποιητὴς, λαὸς αὐτοῦ λέγοιντο ἂν εἰκότως καὶ οἱ πάλαι πλανώμενοι· πλὴν ὡς ἀγέλην ἀπεληλαμένην ὑπὸ λῃστῶν σέσωκεν ὁ χριστὸς, τοὺς ψευδοποιμένας ἐκβαλὼν, κα ὑπὸ
χεῖρα τιθεὶς ἰδίαν τὸ ἀνθρώπινον γένος. ἐστι γὰρ αὐτὸς ὁ 4 ποιμὴν ὁ καλὸς, ὁ τὴν ψυχὴν αὐτοῦ τεθεικὼς ὑπὲρ τῶν προβάτων.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.